Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
κυπαρίσσου πρίσματα, κύπερος, λαπάθου ἀγρίου ῥίζα, λογχῖτις πόα ἐν οἴνῳ ἑψηθεῖσα, καρδάμου σπέρμα, μανδραγόρου σπέρματος 〈· α′ σὺν οἴνῳ, μελανθίου 〈· α′, ὀξυμυρσίνης ῥίζα ἑψηθεῖσα ἐν οἴνῳ, σαμψούχου σπέρμα, κύπρου σπέρμα, σίνων, τόρδιλον, τραγορίγανον, χαμαίδρυος ἀφέψημα, χαμαίπιτυς σὺν μέλιτι, γῆς ἔντερα ξηρὰ πινόμενα· ποιεῖ καὶ σύκων τῶν φύλλων τὸ ἀφέψημα.
(78)προστιθέμενα δὲ ἔμμηνα ἄγει καὶ τὰ ἐκ τόκων καὶ ἔμβρυα· οἴσυπος ἐν ἐρίῳ οἰσυπηρῷ προστεθεὶς ἐπὶ ἡμέρας γ′, ἄκινος καὶ τὸ σπέρμα αὐτῆς, μανδραγόρου ῥίζα ξυσθεῖσα ὡς κολλούριον καὶ προστεθεῖσα, ἐλλέβορος μέλας καὶ λευκός, κνίδης φύλλα μετὰ σμύρνης λεῖα, ἄμωμον, ἀμύγδαλα ἢ ἀμυγδάλινον 〈ἔλαιον〉 σὺν οἴνῳ, ἀνεμώνη λεία, ἀριστολοχεία μετὰ σμύρνης, βδέλλιον, δαφνίδες λεῖαι, ἐλατήριον σὺν μέλιτι, ἐρυθροδάνου
ῥίζα ὁμοίως·ἡμεροκαλλοῦς ῥίζα, ἡλιοτροπίου τοῦ σκορπιούρου φύλλα, θέρμινον ἄλευρον μετὰ σμύρνης καὶ μέλιτος, θρίδακος ἀγρίας ὀπός, ἱππομαράθου ῥίζα, κασσία σὺν μέλιτι, κάλαμος ἀρωματίτης ὁμοίως· καλαμίνθης φύλλα, χαλβάνη, Κενταυρείου τοῦ μεγάλου ῥίζης ὁ χυλὸς ἢ ἡ ῥίζα, κισσοῦ κόρυμβοι λεῖοι καὶ ὁ μόσχος μέλιτι χρισθεὶς ἄγει γενναίως ἔμβρυα, κινάμωμον σὺν σμύρνῃ, κόστος ὁμοίως, κρίνου ῥίζα ἑφθὴ σὺν ῥοδίνῳ.
(78)ἀταράχως δὲ τὰ ὑπομένοντα ἐπισπᾶται· κυκλαμίνου ῥίζα σὺν μέλιτι καὶ ὁ χυλός· φασὶ δέ τινες ὅτι, κἂν ὑπερβῇ τὴν ῥίζαν τῆς κυκλαμίνου γυνὴ ἔγκυος, ἐκτιτρώσκει. ὁμοίως καὶ τὴν καλουμένην πόαν ὄνοσμα ἱστοροῦσιν ὅτι γυνή, ἐὰν ὑπερβῇ ἔγκυος ἢ γεύσηται, ἐκτιτρώσκει· σάμψουχος, λινόζωστις σὺν μέλιτι, πήγανον σὺν σμύρνῃ καὶ ᾠῷ, κράμβης χυλὸς μετὰ αἰρίνου ἀλεύρου, κονύζης χυλός, ὀποπάναξ καὶ ἡ ῥίζα ὡς κολλούριον, σιδηρίτιδος τῆς Ἡρακλείας τὰ φύλλα, σκόρδιον, στύραξ.
ἄγει δὲ καὶ μᾶλλον ἔμβρυα ἀγχούσης ῥίζα, Ἀρτεμισία ἀναλημφθεῖσα ὡς κολλούριον σὺν δαφνίσιν ἢ σμύρνῃ ἢ ἴριδι ἢ σύκῳ ἢ νίτρῳ, καὶ ὁ ἁπαλὸς δὲ βλαστὸς αὐτῆς προστεθείς· βρυωνίας τῆς ῥίζης ὁ χυλὸς προστεθεὶς ἐν ἐρίῳ, Γεντιανῆς ῥίζα ξυσθεῖσα ὡς κολλούριον, δικτάμνου 〈· α′ μετὰ μέλιτος, δρακοντίου ῥίζα σὺν ὀξυκράτῳ, ἶρις, σμύρνα σὺν ἀψινθίου ἢ θέρμων ἀποβρέγματι ἢ πηγάνου χυλῷ·