Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(73)πρὸς δὲ τὰς ἑλκώσεις τῆς μήτρας ἁρμόζει ἀμόργη ἑψητὴ περιχριομένη μετὰ κηρωτῆς σουσίνης, ἢ λύκιον ὁμοίως, ἢ χυλὸς ἀκακίας περιχριόμενος.

(74)ὀδαξησμοὺς δὲ μήτρας παύει καὶ κνησμοὺς κόλπων ἀνδράχνης ὁ χυλὸς ἐγκλυζόμενος, λινόσπερμον ἑφθὸν ἐν μελικράτῳ, τῆλις ὁμοίως, ἔλαιον σούσινον ἢ κύπρινον, τραγάκανθα σὺν ὕδατι.

(75)ἄγει δὲ ἔμμηνα καὶ λόχια ἐπιεικῶς πινόμενα ἀπυρέτοις μετ’ οἴνου, πυρέσσουσι σὺν μελικράτῳ ἢ ὕδατι· ξιφίου ῥίζα, οἰνάνθης πόας καρπὸς καὶ τὰ φύλλα καὶ ὁ καυλός, ὀρεοσελίνου ῥίζα καὶ ὁ καρπός, οὖρον λυγγός, σίνηπυ λεῖον καταπασθὲν ὡς ἄλφιτον, πάνακος φύλλα, Ἀσκληπιαδείου καρπὸς καὶ τὰ ἄνθη·