Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
τήλεως ἀφηψημένης ὁ ἀποθλιβεὶς χυλὸς μιγεὶς στέατι χοιρείῳ ἢ βουτύρῳ προσφάτῳ, κρίνου ῥίζα ὀπτὴ σὺν ῥοδίνῳ καὶ τὰ ἄνθη σὺν κηρωτῇ καὶ μυελῷ καὶ στέατι, λινόσπερμον ἡψημένον σὺν κρόκῳ καὶ χοιρείῳ στέατι, ὕσσωπον σὺν βουτύρῳ καὶ μελιλώτῳ, οὔρου ἀνθρωπείου ὑποστάθμη σὺν κυπρίνῳ, περιστέριον σὺν στέατι χηνείῳ καὶ τερμινθίνῃ ὁμοίως, μυελὸς ἐλάφειος σὺν σουσίνῳ, στύραξ ἀνεθεὶς σὺν κυπρίνῳ.
(71)χρίσματα δὲ ἁρμόζει πρὸς τὰ αὐτά· ἴρινον, κύπρινον, ἀμαράκινον ἔλαιον, τὸ ἐκ τοῦ ἐλειοῦ λίπος, ὃν Ῥωμαιστὶ γλῆριν καλοῦσιν.
(71) ἐνιέμενα δὲ μαλάσσει καλῶς ἀλεύρου κριθίνου χυλὸς μετὰ ὕδατος ἑψηθείς, ἄλικος ἢ ὀρύζης ἢ τήλεως ἢ λινοσπέρμου ἢ μολόχης χυλὸς ὁμοίως.
(72)πινόμενα δὲ τὰς χρονίους φλεγμονὰς καὶ τὰ ἀλγήματα τῆς ὑστέρας παύει· Αἰθιοπίδος ῥίζης ἀφέψημα, γλυκυσίδης κόκκοι ιε′ μεθ’ ὕδατος, πάνακος Ἀσκληπιαδείου φύλλα, ἀκόρου ῥίζα, Κενταυρείου τοῦ μεγάλου ῥίζα, ἄμωμον, ἀρκευθίδες, ἀριστολοχείας τῆς δακτυλίτιδος ῥίζα μετὰ σμυρνίου σπέρματος, βαλσάμου καρποῦ 〈· α′ μετὰ μελικράτου, γερανίου ῥίζης 〈· α′ ἐν μελικράτῳ, κέστρου φύλλων 〈· α′ μετὰ ὑδρομέλιτος, τριφύλλου καρπὸς καὶ τὰ φύλλα ὁμοίως.
(73)πρὸς δὲ τὰς ἑλκώσεις τῆς μήτρας ἁρμόζει ἀμόργη ἑψητὴ περιχριομένη μετὰ κηρωτῆς σουσίνης, ἢ λύκιον ὁμοίως, ἢ χυλὸς ἀκακίας περιχριόμενος.