Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
σκίλλα χυλισθεῖσα μιγέντος ὀροβίνου ἀλεύρου, δίδου δὲ 〈· α′ σὺν οἴνῳ πίνειν· πόλιον σὺν οἴνῳ ζεσθέν, σαμψούχου ἀπόζεμα, πήγανον σὺν σύκῳ ἐσθιόμενον. ἐπὶ δὲ τῶν κατὰ σάρκα σταφυλίνου ἀγρίου σπέρμα σὺν οἴνῳ, χαμαίδρυος ἀφέψημα, βράθυ ξηρὸν λεῖον σὺν οἴνῳ διουρεῖν ποιεῖ, τριφύλλου ῥίζης 〈· β′ ἐν ὕδατι ἢ ἐν οἴνῳ·
χαμαιλέοντος λευκοῦ ῥίζης 〈· β′ μετὰ γλυκέος, καὶ τὸ ἀφέψημα δὲ τῆς ῥίζης λαμβανόμενον ἰσχναίνει· χρυσοκόμης 〈ῥίζης〉 δεσμίδιον ὠμὸν λεῖον σὺν οἴνῳ, ψυλλίου σπέρματος 〈· α′ μεθ’ ὕδατος κυ′ γ′, τριβόλου ῥίζης 〈· α′ μετ’ ἀκράτου κυ′ γ′ ἢ δ′ πινομένη, κνεώρου 〈· α′ μετὰ ἁλῶν 〈· α′ καὶ μελικράτου, ἠρύγγης ῥίζα ξηρὰ μετ’ οίνου, καὶ
τὸ ἀφέψημα 〈δὲ〉 αὐτῆς πινόμενον οὖρα λύει· χαλκοῦ κεκαυμένου 〈· α′ μετ’ οἴνου ἀλύπως ἄγει ὕδωρ·κρότωνας ὡρίμους τρίψας λ′ δίδου μεθ’ ὕδατος — εἰσὶ δὲ λίαν κακοστόμαχοι —· ὠφελεῖ καὶ αἷμα σκύλακος κυνὸς σὺν ὀξυκράτῳ πινόμενον· πίνεται δὲ ὠφελίμως ὑακίνθου σπέρματος 〈· α′ ἐν τρισὶν ἡμικοτυλίοις οἴνου λευκοῦ· ἄγει δὲ δι’ οὔρων πολλάκις ξε′ Ϙ′· δεῖ δὲ τὸν οἶνον χλιαίνειν καὶ τὸ ἄνθος κόπτειν καὶ ὡς ἄλφιτα ἐπιπάσσειν καὶ οὕτως ποτίζειν· εἰώθασι 〈δέ〉 τινες τῷ ἄνθει δέρματα βάπτειν.
(65)καταπλασσόμενα δὲ ὑδρωπικοὺς ὠφελεῖ· βολβοὶ μετὰ μέλιτος — οὗτοι δὲ ἱκανῶς στέλλουσιν —, ἀψίνθιον ἢ ὕσσωπον μετὰ σύκου ἢ ὄξους καὶ αἰρίνου ἀλεύρου· βόλβιτα ξηρὰ θερμανθέντα σὺν ὀξυκράτῳ καὶ μέλιτι· προσέμπασσε δὲ θείου ἀπύρου 〈τὸ〉 τέταρτον μέρος· σπύραθοι αἴγειαι ἑψηθεῖσαι ἐν οὔρῳ παιδὸς ἀφθόρου· θέρμινον ἄλευρον καὶ κισσοῦ φύλλα ἑψηθέντα ἐν οἴνῳ λεῖα· ἢ σύκων διπλάσιον πρὸς κυπαρίσσου καὶ νίτρου 〈ἴσον〉·
ἰξὸς θερμανθεὶς σὺν Ἀσσίῳ λίθῳ ἢ ἀσβέστῳ· ἐλλέβορος μέλας μετ’ οἴνου καὶ κριθίνου ἀλεύρου· φακὸς ὁ ἐπὶ τῶν τελμάτων ἐπὶ κεραμίδος θερμῆς ἀναξηρανθεὶς καὶ οἴνῳ φυραθεὶς λεῖος· [καὶ] κοχλίαι ιε′σὺν ταῖς σαρξὶν ὠμοὶ λεῖοι· οὐ πρότερον δὲ ἀφίστανται, ἐὰν μή πως ἐξικμασθῇ τὸ ὑγρόν· νίτρον μετὰ σύκου ἢ ἀψινθίου ἢ ὑσσώπου, στυπτηρία πᾶσα σὺν στέατι, μυρσίνης φύλλα σὺν κηρωτῇ μυρσινίνῃ, σῦκα ξηρὰ ἑφθὰ ἐν οἴνῳ μετὰ κριθίνου ἀλεύρου καὶ ἀψινθίου· σῦκον, νίτρον, καστόριον, πράσιον λεῖα.