Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(63)πρὸς ὑδρωπικοὺς δὲ ὠφελεῖ μὲν ποτά· ἀγαρικοῦ τριώβολον μετ’ οἴνου, ἄγνου σπέρματος 〈· α′ σὺν οἴνῳ, ἀδιάντου ἀφέψημα, ἀκτῆς ῥίζης ἀφέψημα ἢ τοῦ καρποῦ λείου 〈· α′ σὺν οἴνου κυ′ β′, ἁλκυόνιον Μιλήσιον μεθ’ ὕδατος, ἀμπέλου ἀγρίας τῆς καλουμένης Ῥωμαιστὶ οὐιτίκλης τῆς ῥίζης τοῦ ἀφεψήματος κυ′ γ′ μετ’ οἴνου τεθαλασσωμένου κυ′ γ′·

ἀναγαλλίδος χυλὸς κυανῆς καθ’ ἑαυτόν, ἀνδροσάκους ἀφέψημα τῆς πόας, ἢ αὐτὴν κόψαντας διδόναι μετ’ οἴνου ἢ ὄξους ἢ ὕδατος — οὖρα δὲ ἄγει πολλά —, καὶ ὁ καρπὸς δὲ ποιεῖ ὁμοίως· ἀρνόγλωσσον μετὰ τὸ ξηροφαγῆσαι ὀλίγον ἐπεσθιόμενον καθ’ ἡμέραν, μετὰ δὲ τοῦτο ἡ λοιπὴ τροφή προσαγέσθω· χαμαιάκτης ῥίζης τοῦ φλοιοῦ 〈· α′, πέπλιον μετ’ οἴνου πινόμενον·

ποιεῖ καὶ ἄρον μετ’ οἴνου, σχοίνου 〈· α′ μετὰ ἴσου πεπέρεως, σῦκα ξηρὰ ἐσθιόμενα, σμυρνίου σπέρμα σὺν οἴνῳ, ὑπερικοῦ καρποῦ 〈· α′, κέστρου φύλλων 〈· α′ μετ’ οἴνου, ἐρέβινθοι ἑφθοὶ ἐσθιόμενοι,

ὄξος σκίλλινον καταρροφούμενον, ὀρίγανος μετὰ σύκου βιβρωσκομένη·