Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
κορωνόποδος ῥίζα ἐσθιομένη, κύαμος Ἑλληνικὸς καθεψηθεὶς ἐν ὀξυκράτῳ σὺν τῷ λέπει ἐσθιόμενος, λινόσπερμον φρυγὲν καὶ μετὰ μέλιτος ἑφθοῦ ἐσθιόμενον, λωτοῦ 〈τοῦ δένδρου〉 καρπὸς ἐσθιόμενος, μέλι ἑφθὸν καταπινόμενον καθ’ ἑαυτὸ καὶ σὺν σιδίοις κεκομμένοις καὶ σεσησμένοις· μέσπιλα 〈ἢ〉 μῆλα Κυδώνια πέπειρα ἑφθὰ μετὰ μέλιτος, ἢ διατεμὼν τὰ Κυδώνια καλάμῳ καὶ ἐναποβρέχων ὕδατι δίδου πίνειν τὸ ἀπόβρεγμα·
μυρτίτης οἶνος πινόμενος καὶ μύρτα ξηρὰ χυλιζόμενα, οὖα ξηρὰ ἀποζεννύμενα καὶ πινόμενον τὸ ἐξ αὐτῶν 〈ἄλευρον ἀντὶ〉 ἀλφίτων, ἢ ἀχράδων ὁμοίως· σέριδες ἑφθαὶ μετ’ ὄξους 〈λαμβανόμεναι〉, ἀρνόγλωσσον ὁμοίως, σελίνου καυλοὶ ὁμοίως· φακῆ μετὰ ἀρνογλώσσου ἢ ἀνδράχνης ἢ σέριδος ἢ κιχορίων ἢ ῥοᾶς λεπυχάνων ἢ φοινίκων Θηβαικῶν ἡψημένοι, στέαρ ἐλάφειον νεαρὸν σὺν τυρῷ ἢ ἀλφίτῳ ἡψημένον, ἧπαρ ὀπτὸν αἰγὸς ἢ τράγου ἐν μέλιτι ἐπιτηγανισθέν, ἐγκέφαλος ὁμοίως·
τυρὸς ἁπαλὸς ἀποξεσθεὶς καὶ ἀποπιεσθείς, ἔπειτα ἐν μέλιτι τηγανισθείς· χελιδόνων νεοττοὶ ὀπτοὶ ἐσθιόμενοι ἀντὶ συκαλλίδων, καὶ λύγου ῥίζα ἡψημένη σὺν φακῇ· κηρὸς ἢ μελίκηρον ἐγκαθεψόμενον τοῖς ῥοφήμασιν, κράμβη δὶς ἑφθὴ ἐσθιομένη, θρίδακες ἄπλυτοι ἐσθιόμεναι, 〈καὶ〉 μάλιστα ἐπὶ τῶν ἀνορέκτων· πυτία νεβροῦ ἢ λαγωοῦ ἢ ἐρίφου διεθεῖσα ὕδατι καὶ ποθεῖσα.
(50) καταπλάσσεται δὲ πρὸς κοιλιακοὺς καὶ δυσεντερικοὺς ὠφελίμως ἀγριελαίας ἄνθος σὺν ὠμῇ λύσει χλιερᾷ, βάτου φύλλα σὺν μήλῳ Κυδωνίῳ καὶ κηρωτῇ, μυρσίνης φύλλα λεῖα σὺν οἴνῳ καὶ ὀμφακίνῳ ἐλαίῳ γλοιώδη γενόμενα καὶ ἐν ἐρίῳ ἐπιτιθέμενα, κρίθινον ἄλευρον σὺν οἴνῳ καὶ βάτῳ ἢ ἀχράσιν ἢ σιδίοις ἢ Κυδωνίων ἄνθεσιν, καὶ σὺν κηρωτῇ δὲ τὰ τῶν Κυδωνίων ἄνθη·
ῥοᾶς λέπη ἡψημένα ἐν οἴνῳ λεῖα σὺν κηρωτῇ, ῥοῦς βυρσοδεψικὴ σὺν κηρωτῇ, φοινικοβάλανοι ἢ αἱ καρυωτίδες σὺν μήλῳ Κυδωνίῳ καὶ κηρωτῇ, οἰνάνθη ἢ στυπτηρία σὺν ἀλόῃ καὶ ἀκακίᾳ καὶ φοίνιξιν καὶ ἀειζώου σπέρματι, περιστερᾶς κόπρος ξηρὰ σὺν σύκοις ἡψημένοις ἐν οἴνῳ· ἢ μελάνθιον σὺν κυμίνῳ καὶ θέρμοις πικροῖς καὶ νίτρῳ καὶ μέλιτι, ἢ κάρδαμον σὺν σιδίοις ἑφθοῖς καὶ κηρῷ καὶ ἀμόργῃ.