Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

κηκὶς

ὀμφακίνη μετὰ πόλτου ἑψηθεῖσα ἐν τῷ ὕδατι, ἢ γίγαρτα ὁμοίως ἢ σταφίδες, εἶτ’ ἐξενεχθέντα ἐκ τοῦ πόλτου ἐσθιομένου· Ἑλένιον ἑφθὸν ἐσθιόμενον, πόλτος ἐξ ἐλύμου ἢ κέγχρου ἢ ζειᾶς ἢ χόνδρου πεφωγμένου ἢ ὀρύζης, ἢ σμύρνιον ἑφθόν, κάρυα βασιλικά, κεράτια ξηρὰ καὶ τὰ ἀπὸ στεμφύλων, κηκὶς λεία μετὰ ᾠοῦ ῥοφηθεῖσα καὶ οἴνῳ δὲ ἐπιπασθεῖσα·

κορωνόποδος ῥίζα ἐσθιομένη, κύαμος Ἑλληνικὸς καθεψηθεὶς ἐν ὀξυκράτῳ σὺν τῷ λέπει ἐσθιόμενος, λινόσπερμον φρυγὲν καὶ μετὰ μέλιτος ἑφθοῦ ἐσθιόμενον, λωτοῦ 〈τοῦ δένδρου〉 καρπὸς ἐσθιόμενος, μέλι ἑφθὸν καταπινόμενον καθ’ ἑαυτὸ καὶ σὺν σιδίοις κεκομμένοις καὶ σεσησμένοις· μέσπιλα 〈ἢ〉 μῆλα Κυδώνια πέπειρα ἑφθὰ μετὰ μέλιτος, ἢ διατεμὼν τὰ Κυδώνια καλάμῳ καὶ ἐναποβρέχων ὕδατι δίδου πίνειν τὸ ἀπόβρεγμα·

μυρτίτης οἶνος πινόμενος καὶ μύρτα ξηρὰ χυλιζόμενα, οὖα ξηρὰ ἀποζεννύμενα καὶ πινόμενον τὸ ἐξ αὐτῶν 〈ἄλευρον ἀντὶ〉 ἀλφίτων, ἢ ἀχράδων ὁμοίως· σέριδες ἑφθαὶ μετ’ ὄξους 〈λαμβανόμεναι〉, ἀρνόγλωσσον ὁμοίως, σελίνου καυλοὶ ὁμοίως· φακῆ μετὰ ἀρνογλώσσου ἢ ἀνδράχνης ἢ σέριδος ἢ κιχορίων ἢ ῥοᾶς λεπυχάνων ἢ φοινίκων Θηβαικῶν ἡψημένοι, στέαρ ἐλάφειον νεαρὸν σὺν τυρῷ ἢ ἀλφίτῳ ἡψημένον, ἧπαρ ὀπτὸν αἰγὸς ἢ τράγου ἐν μέλιτι ἐπιτηγανισθέν, ἐγκέφαλος ὁμοίως·