Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(31) τὰς δὲ μετὰ ῥευματισμοῦ πολλοῦ ὠφελεῖ ἀφρὸς ἵππειος μετὰ ἡμικοτυλίου ὕδατος πινόμενος. τὰς δὲ σφοδρὰς ἐπιπτώσεις τῆς βηχὸς ὠφελεῖ οἶνος ἐν σκίλλῃ ἐγγλυφείσῃ διανυκτερεύσας καὶ διδόμενος κατὰ τὰς ἐπιθέσεις τῆς βηχός· σίφωνι δὲ λαμβανέσθω, καὶ ὀλίγος διὰ τὴν δριμύτητα. ὠφελεῖ καὶ ὄξος σκίλλινον καταρροφούμενον, ἢ οἶνος ζεστὸς καταρροφούμενος.

(31) πᾶσι δὲ τοῖς βήττουσιν ἁρμόζει βούτυρον μετὰ μέλιτος καὶ κυμίνου βραχέος· ἕψεται δὲ τὸ βούτυρον ἴσον τῷ μέλιτι τὸ πλῆθος, τοῦ μέλιτος προαφριζομένου, καὶ οὕτως προσβάλλεται τὸ κύμινον· ποιεῖ δὲ τοῦτο καὶ ἐπὶ φθισικῶν.

(32) ἐκλειχόμενα δὲ ὠφελεῖ· δρακοντίου ῥίζα ἑφθὴ μετὰ μέλιτος, ἀμύγδαλα πικρὰ μετὰ ἐλελισφάκου σὺν μέλιτι θερμαινόμενα·

〈θύμος〉 ἢ θύμβρα, ἢ ὕσσωπον, ἢ στοιχὰς σὺν μέλιτι, λινόσπερμον λεῖον σὺν ἴριδι καὶ καρύοις πικροῖς καὶ μέλιτι, κνίδης σπέρμα ὁμοίως, πίσσα, πισσέλαιον ὁμοίως, πράσιον ξηρὸν καὶ ὑγρὸν λεῖον σὺν μέλιτι·