Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

χαμαίδρυος ἀφέψημα,

καρυωτοὶ βραχέντες ἐν οἴνῳ, ἔπειτα ὀπτώμενοι ἐπιπασθέντος πεπέρεως· βρυωνίας ῥίζα λευκὴ ξηρά, λεία, ὀλίγη μέλιτι ἑφθῷ ἀναλημφθεῖσα ἀντὶ καταποτίου· ἔστιν γὰρ δριμεῖα· τήλεως κύαθος ἑψηθεὶς μετὰ ὕδατος καὶ πινόμενος ἐπὶ ἡμέρας ιε′, ἐρύσιμον ἢ κάρδαμον προβραχὲν ἡμέραν μίαν, εἶτα 〈ἐν〉 πτισάνῃ ἑψηθὲν καὶ ῥοφούμενον.

(31) τὰς δὲ μετὰ ῥευματισμοῦ πολλοῦ ὠφελεῖ ἀφρὸς ἵππειος μετὰ ἡμικοτυλίου ὕδατος πινόμενος. τὰς δὲ σφοδρὰς ἐπιπτώσεις τῆς βηχὸς ὠφελεῖ οἶνος ἐν σκίλλῃ ἐγγλυφείσῃ διανυκτερεύσας καὶ διδόμενος κατὰ τὰς ἐπιθέσεις τῆς βηχός· σίφωνι δὲ λαμβανέσθω, καὶ ὀλίγος διὰ τὴν δριμύτητα. ὠφελεῖ καὶ ὄξος σκίλλινον καταρροφούμενον, ἢ οἶνος ζεστὸς καταρροφούμενος.

(31) πᾶσι δὲ τοῖς βήττουσιν ἁρμόζει βούτυρον μετὰ μέλιτος καὶ κυμίνου βραχέος· ἕψεται δὲ τὸ βούτυρον ἴσον τῷ μέλιτι τὸ πλῆθος, τοῦ μέλιτος προαφριζομένου, καὶ οὕτως προσβάλλεται τὸ κύμινον· ποιεῖ δὲ τοῦτο καὶ ἐπὶ φθισικῶν.

(32) ἐκλειχόμενα δὲ ὠφελεῖ· δρακοντίου ῥίζα ἑφθὴ μετὰ μέλιτος, ἀμύγδαλα πικρὰ μετὰ ἐλελισφάκου σὺν μέλιτι θερμαινόμενα·

〈θύμος〉 ἢ θύμβρα, ἢ ὕσσωπον, ἢ στοιχὰς σὺν μέλιτι, λινόσπερμον λεῖον σὺν ἴριδι καὶ καρύοις πικροῖς καὶ μέλιτι, κνίδης σπέρμα ὁμοίως, πίσσα, πισσέλαιον ὁμοίως, πράσιον ξηρὸν καὶ ὑγρὸν λεῖον σὺν μέλιτι·

ἢ ῥητίνη πιτυίνη ὑγρὰ ἢ τερμινθίνη ἐκλειχομένη, σκόρδιον σὺν καρδάμῳ ἢ ῥητίνῃ καὶ μέλιτι, στρουθίου κοχλιάριον σὺν μέλιτι, τραγορίγανον σὺν μέλιτι, τραγάκανθα ὑποχυλιζομένη, φλόμου ῥίζα σὺν μέλιτι, μελάνθιον λεῖον βεβρεγμένον ἀναλημφθὲν σταφίδος σαρκὶ ἢ φοινίκων [ἢ] γλυκέων.