Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
ἢ ἀλεύρου κριθίνου κυ′ ϙ′ χυλίσας δι’ ὀθονίου καὶ μείξας ἡδύοσμον δίδου, ὑποκιστίδος χυλὸς μετὰ λιβάνου ὀλίγου, ἀμυγδαλῆς 〈κόμμι〉 πινόμενον μετὰ ὕδατος ψυχροῦ, ἀμύγδαλα πικρὰ μετὰ ἀμύλου καὶ ἡδυόσμου πινόμενα μετὰ ὕδατος, ἀνδράχνη ἐσθιομένη, ἀρκτίου ῥίζης τριώβολον μετ’ ὀξυκράτου
καὶ στροβίλου κόκκων μ′, ἀσπαλάθου χυλὸς μετ’ ὀξυκράτου, βάτου χυλός, γῆς Σαμίας τὸ ἀστέριον σὺν ὕδατι·δρυὸς τὸ μεταξὺ τοῦ πρέμνου καὶ τοῦ φλοιοῦ ὑμενῶδες ἀποζεσθέν, ἢ ὁ περὶ τὴν βάλανον ὑμὴν ὁμοίως ἀποζεσθείς, κέρας ἐλάφου κεκαυμένον σὺν ὀξυκράτῳ, καστανίων ἀφέψημα, ἰτέας καρπὸς σὺν οἴνῳ, Κενταυρείου τοῦ μεγάλου ῥίζης 〈· β′ σὺν οἴνῳ, κέστρου φύλλων 〈· β′ σὺν οἴνῳ, κουραλίου δραχμὴ μεθ’ ὕδατος, λευκογραφίδος δραχμὴ ὁμοίως, αἱματίτης λίθος σὺν χυλῷ ῥοᾶς, ὀστρακίτου λίθου 〈· α′ μεθ’ ὕδατος·
μαστίχη διαμασωμένη καὶ τοῦ χυλοῦ καταπινομένου, Κυδωνίων ἄνθος μετ’ ὀξυκράτου λεῖον, μίλτου Λημνίας 〈· α′ σὺν ὄξει, τραγάκανθα ὑποχυλιζομένη, τραγίου καρπὸς μετὰ οἴνου, πενταφύλλου τῆς ῥίζης ὁ χυλὸς σὺν ὀξυκράτῳ, φελλὸς ὁ ἐκ τῶν παλαιῶν καττυμάτων κεκαυμένος καὶ ἄκαυτος λεῖος μετ’ ὀξυκράτου πινόμενος, κονία πινομένη, γάλα θηλαζόμενον γυναικεῖον, καὶ μάλιστα ἐπὶ τῶν ὑποφθινόντων.
ἐπιτίθεται δὲ ὠφελίμως κατὰ τοῦ θώρακος ἐπὶ τῶν αἱμοπτυικῶν σπόγγος ἐξ ὀξυκράτου, εἰ πολὺς εἴη ὁ ῥευματισμός, καὶ τὰ στύφοντα, οἷον ἂν εἴη σέρις, πολύγονον, ἀνδράχνη, Κυδώνια, βάτος, φοίνικες, σίδια, μυρσίνη· ταῦτα 〈δὲ〉 μετὰ ἄρτου ἢ ἀλφίτου.
(31) βῆχας χρονίους ὠφελεῖ — τὰς γὰρ προσφάτους ἀσύμφορόν ἐστι φαρμακεύειν· δι’ ὑδροποσίας γὰρ καὶ οἰκείου τροφῆς τῆς διὰ ῥοφήματος εὐχερές ἐστι θεραπεύειν — χρονιζούσας δὲ ἰᾶται ταῦτα πινόμενα· ἀκάνθης ῥίζης 〈· α′ μετὰ μέλιτος, ἀρκευθίδες ε′ ἢ ϙ′ ἢ ζ′ ἢ η′ καὶ κεδρίδες πινόμεναι σὺν οἴνῳ ἢ μελικράτῳ, ἀσφοδέλου ῥίζης 〈· α′ μετ’ οἴνου, ἄσφαλτος ἀντὶ καταποτίου λαμβανομένη·