Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
τεταρταῖον δὲ παύει πρὸ τῆς ἐπισημασίας ὀξυπόρου χρῖσις καθ’ ὅλον τὸ σῶμα, καὶ μετὰ τοῦτο πόσις τοῦ αὐτοῦ φαρμάκου, ἢ λιβανωτίδος ῥίζης 〈· α′ ἐν οἴνου ἡμικοτυλίῳ μικρῷ πρότερον τῆς λήμψεως· καὶ συμπεριβάλλων ἄφες ἡσυχάσαι, καὶ οὐ μὴ ῥιγώσῃ· προαναλείφεσθαι δὲ 〈δεῖ〉 λίπει, καὶ ἱδρώσει πολύ.
(22)κοινῶς δὲ πρὸς πάσας περιόδους καὶ ῥίγη ποιεῖ κινοῦντα ἱδρῶτας· σμυρνίου σπέρμα μετ’ οἴνου, ὀπὸς σιλφίου ἀγρίου καὶ ἡμέρου 〈σὺν〉 μέλιτι ἑφθῷ περιχριόμενος καὶ καταπινόμενος,
πηγάνου ἀγρίου καὶ ἡμέρου σπέρμα σὺν οἴνῳ, ἀριστολοχείας ῥίζης 〈· α ′ σὺν οἴνῳ, σμύρνης ὅσον κυάμου 〈μέγεθος〉, πέπερι σὺν οἴνῳ, ἴριδος 〈· β′ σὺν οἴνῳ, ἱπποσελίνου σπέρματος 〈· α′ μετ’ οἴνου, ὑπερικοῦ ὁμοίως·καλαμίνθης ἀπόζεμα σὺν καστορίῳ, ὀπόφυλλον σὺν καρδάμῳ καὶ ᾠῷ ἢ πεπέρει καὶ πηγάνῳ, ὀποπάνακος 〈· α′ ἢ πάνακος 〈· β′· σέσελι μετὰ πάνακος καὶ πεπέρεως σὺν οἴνῳ ποθέντα, νάρθηκος σπέρμα ὁμοίως, φλόμου ῥίζα ἐν οἴνῳ, πενταφύλλου ῥίζης χυλὸς σὺν οἴνῳ, κόπρος κυνεία ξηρὰ στοχασμῷ μετ’ ὄξους πινομένη.
(23)πρὸς δὲ τοὺς χρονίους καὶ ἀτάκτους πυρετοὺς ἁρμόζει ἀλεκτρυόνος παλαιοῦ ζωμός, ἁλῶν ἐν τῇ γαστρὶ αὐτοῦ διαχθέντων ἢ ταρίχους καὶ συνεψηθέντων πινόμενος.
(24)συγχριόμενα δὲ μετ’ ἐλαίου λεῖα ἐπὶ τῶν μετὰ ῥίγους περιοδικῶν πυρετῶν ὠφελεῖ πρὸ τῆς ἐπισημασίας θάλποντα τὸ σῶμα καὶ ἱδρῶτας κινοῦντα· ἄγνου σπέρμα, λιβανωτίδος σπέρμα, ἁλὸς ἄνθος, συκίνη κονία, νίτρον ἢ ἀφρόνιτρον, δαφνίδες, πύρεθρον, σμυρνίου τοῦ ἱπποσελίνου καλουμένου σπέρμα·