Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
(162)πρὸς δὲ τοὺς λιθάργυρον πιόντας ποιεῖ ἄκρατος πολὺς διδόμενος σὺν ἀψινθίῳ, σελίνου σπέρμα, ὑπερικόν, ὕσσωπον σὺν οἴνῳ, σμύρνης % ὁρμίνου σπέρμα, σελίνου ἀγρίου σπέρμα σὺν οἴνῳ, λειμώνιον καὶ σέλινον καὶ ἀγρίων περιστερῶν κόπρος ξηρὰ δοθεῖσα μετὰ νάρδου.
(163)ψιμυθίου δὲ ποθέντος ἔλαιον, μελίκρατον, σύκων ἀφέψημα σὺν ἐλαίῳ θερμῷ, γάλα· ἐμείτω δὲ αὐτό. ὄλυνθοι σὺν ὄξει, μολόχης ἀφέψημα σὺν ταῖς ῥίζαις, ἀμαράκινον, ἴρινον. σήσαμον λεῖον μετ’ οἴνου, κονία κληματίνη, περσέων ὀστᾶ σὺν
ἐλαίῳ 〈ἢ〉 κριθῶν ἀφεψήματι, κόμμι κοκκυμήλων, πτελέας τὸ ἐν τοῖς θυλακίοις ὑγρόν. χρῆσθαι δὲ 〈δεῖ〉 μετὰ τοὺς ἐμέτους καὶ θαψίας χυλῷ ἢ σκαμμωνίας.(164)ὑδραργύρου 〈δὲ〉 ποθείσης ἁρμόζει γάλα πινόμενον· ἐμείτω δὲ αὐτό· καὶ τὰ πρὸς λιθάργυρον δὲ ἀναγεγραμμένα ποιεῖ. ἄκρως δὲ βοηθοῦνται χρυσοῦ ἐλασμάτιον μικρόν τι καταπίνοντες περιφερές· περιχωνεύεται γὰρ τῷ χρυσῷ διὰ συγγένειαν καὶ συνολισθαίνει διὰ τῆς ἕδρας.
ὅσα διὰ πείρας ἡμῖν, ὦ φίλτατε Ἀνδρόμαχε, τῶν ἁπλῶν φαρμάκων ἐν δυσὶ τόμοις συνειλοχότες ἀπεστάλκαμέν σοι.