Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(11)ἀνατροπὰς δὲ στομάχου θεραπεύει στρουθίων διαχώρημα διδόμενον ἐν ποτῷ. (12) κρατύνει δὲ τοὺς πεπλαδηκότας στομάχους ἐπιτιθέμενα μετὰ κηρωτῆς μυρσινίνης ἢ ῥοδίνης· βάτου φύλλα, ἀψίνθιον, κυπαρίσσου φύλλα, κόριον, κάχρυ, φοίνικες, μῆλον Κυδώνιον, ἐλάτη μετὰ φοινίκων.

(13)στομάχου δὲ ἐμπνευματώσεις ὠφελεῖ πινόμενα καὶ τοὺς βραδυπεπτοῦντας μάλιστα· ἀγαλόχου 〈· α′ σὺν οἴνῳ, ἀριστολοχείας 〈· α′ σὺν οἴνῳ, σμυρνίου σπέρμα σὺν οἴνῳ, ἀκάνθης λευκῆς ῥίζα σὺν οἴνῳ, ἀγαρικὸν διαμασηθὲν ἐπιρροφουμένου ἀκράτου.

πρὸς τὰς ἐμπνευματώσεις τοῦ στομάχου ῥάμνου τῆς ἀκανθώδους φύλλα λειώσας ἀνάπλασον τριωβολιαῖα 〈καὶ〉 δίδου ἓν τοῖς μὲν πυρέσσουσι μετὰ ὑδρομέλιτος κεκραμένου κο′ α′, ἀπυρέτοις δὲ μετ’ οἴνου κεκραμένου· ποιεῖ δὲ καὶ πρὸς εἰλεώδεις καὶ πᾶν ἄλγημα πνευματικὸν θαυμαστῶς· δι’ ἐρυγῶν 〈γὰρ〉 καὶ φυσῶν ὑγιεῖς γίνονται.