De materia medica
Dioscurides Pedianus
Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.
8 ὁ δὲ Πραιτυτιανός, καὶ αὐτὸς ἐκ τῶν κατʼ Ἀδρίαν κομιζόμενος τόπων, εὐώδης καὶ λειότερός ἐστιν, ὅθεν λανθάνει μὲν πολύς πινόμενος, φυλάττει δὲ ἐφ ἱκανὸν τὴν μέθην. καὶ ὁ Πστρικὸς δὲ λεγόμενος ἔοικε τῷ Πραιτυτιανῷ, οὐρητικώτερος ὑπάρχων. ὁ μέντοι Χῖος, Ἀριούσιος δὲ καλούμενος, ἁπαλώτερος τῶν προειρημένων, εὔποτος, τρόφιμος, ἦττον μεθύσκων, ῥεύματος σταλτι κός, χρήσιμος εἰς τὰ ὀφθαλμικά.
9 ὁ δὲ Λέσβιος εὐανάδοτος, κουφότερός τε τοῦ Χίου καὶ εὐκοίλιος. τὴν αὐτὴν δὲ τούτῳ κέκτηται δύναμιν ὁ κατὰ Εφεσον γεννώμενος, καλούμενος δὲ Φυγελίτης. ὁ δὲ ἐκ τῆς Ἀσίας Μεσωγίτης ἐκ τοῦ Τμώλου κεφαλαλγὴς καὶ νεύρων βλαπτικός. ὁ δὲ Κῷος καὶ Κλαζομένιος διὰ τὸ θαλάττης πολλῆς μετέχειν εὔφθαρτοι καὶ πνευματώδεις, κοιλίας τε ταρακτικοί, καὶ νεύρων δέ εἰσι βλαπτικοί.