De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

ἁρμόζει δὲ πρὸς παρίσθμια καὶ σταφυλήν, ἄφθας, οὖλα 2 πλαδαρά, ὦτα πυορροοῦντα σὺν μέλιτι ἢ γλυκεῖ, πρὸς δὲ σύριγγας καὶ παλαιὰ ἕλκη καὶ νομὰς σὺν ὄξει. ἐγκλύζεται δὲ καὶ ἐπὶ δυσεντερικῶν καὶ ῥοικῶν· ἐστι δὲ καὶ ὀξυδερκές, καὶ τραχύτησιν ὀφθαλμῶν ἁρμόζον καὶ περιβρώσεσι κανθῶν. πίνεται δὲ καὶ πρὸς αἵματος πτύσιν τὴν πρόσφατον καὶ κατὰ ῥῆξιν γινομένην. ὑδαρεῖ δὲ δεῖ χρῆσθαι λίαν καὶ ἀλίγῳ· καίει γὰρ ἱκανῶς.

6 οἶνοι· οἱ μὲν παλαιοὶ βλαπτικοὶ νεύρων καὶ τῶν λοιπῶν αἰσθητηρίων, πρὸς δὲ γεῦσιν ἡδίονες, ὅθεν ἐπὶ τῶν ἀσθενές τι μέρος ἐχόντων παραιτητέοι, ἐπὶ μέντοι τῆς ἐν ὑγιείᾳ χρήσεως ὀλίγος τε καὶ ὑδαρὴς λαμβάνεται ἀβλαβῶς. ὁ δὲ νέος ἐμπνευματωτικός, δύσπεπτος, δυσόνειρος, οὐρητικός. ὁ δὲ μέσος τῇ ἡλικίᾳ ἐκπέφευγε τὰ ἀμφοτέρων ἐλαττώματα, ὅθεν ἐγκριτέος ἐστὶν ἐν τῇ τε ὑγιείας καὶ ἀσθενείας χρήσει.