De materia medica
Dioscurides Pedianus
Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.
οὐκ ἄτοπον δὲ ὑπογράψαι καὶ τὸν τρόπον, ᾧ τὸν ὀπὸν 7 συλλέγουσιν· ἔνιοι μὲν οὖν τὰς κωδύας μετὰ τῶν φύλλων κόπτοντες ἐκθλίβουσι διὰ πιεστῆρος καὶ τρίβοντες ἐν θυίᾳ ἀναπλάττουσι τροχίσκους· καλεῖται δὲ τὸ τοιοῦτο μηκώνιον, ἀδρανέστερον ὂν τοῦ ἀποῦ. ὀπίζοντας δὲ δεῖ μετὰ τὸ τὰς δρόσους ἀνικμασθῆναι περιγράφειν μαχαιρίῳ τὸν ἀστερίσκον, ὡς μὴ εἰς τὸ ἐντὸς διατρῆσαι, καὶ ἐκ πλαγίου δὲ τὰς κωδύας ἐπʼ εὐθείας ἐντέμνειν ἐξ ἐπιπολῆς καὶ ἀναψᾶν τὸ δάκρυον ἐπερχόμενον δακτύλῳ εἰς μύακα καὶ πάλιν ἐπιπορεύεσθαι μετ᾿ οὐ πολύ· εὑρίσκεται γὰρ ἐπισυνεστός, καὶ τῇ ἐπιούσῃ δὲ ἡμέρᾳ οὕτως εὑρίσκεται· δεῖ δὲ καὶ τοῦτο τρίβοντας ἐν θυΐᾳ ἀναπλάσσειν καὶ ἀποτίθεσθαι· ἐν μέντοι τῷ τέμνειν ὀπίσω ἀναχωρεῖν δεῖ πρὸς τὸ μὴ ἀναψᾶσθαι ὑπὸ τῶν ἱματίων τὸν ὀπόν|.
[*](9 SIM.: [Theophr.] h. p. IX 8, 2 Pl. XX 198. 202.)[*](9 EXC.: Orib. XI l. s. (οὐκ — ὀπόν).)[*](1 αὐτοῦ om. R 2 ἐπὶ τῶν ὠταλγιῶν καὶ ὀφθαλμικῶν (ὀφθαλμιῶν N) R: ἐπὶ τῶν ὠταλγικῶν καὶ ὀφθαλμιώντων Di ἀμβλυωπὲς FHDi] 3 καρωτικήν Di: καθαρτικήν R 4 Μνησίδημος — χρῆσιν om. R: μνησίδης δὲ ἢ μνησίδημος E (corr. E2) δὲ φησι FHDi 5 χρῆσιν αὐτοῦ E: χρῆσιν εἶναι FNDi ὕπνους Di 6 ἡ γὰρ πεῖρα ἐλέγχει αὐτὸ εὔχρηστον εἶναι (πιεῖν C) ἐργοις δοκιμαζομένης τῆς τοῦ αἵματος ἐνεργείας R 9 δὲ om. R καὶ om. E ᾧ] πῶς E 10 συλλέγουσι (συλλέγονται F) τὸν ὀπὸν FHDi οἱ κὲν Orib. οὗν om. E συνκόπτοντες R 11 πιαστῆρος C: πρεστῆρος NDi καὶ om. ROrib.E τριβοντες τε E: ἐκτρίβοντες Orib.: θλίβοντες C καὶ ἀναπλάττοντες RE 12 τοιοῦτο Orib.P: τοιοῦτον reliqui μηκώνειον FHDi 13 ὂν om. RPFHDi τὸ om. R 14 ἐξικμασθῆναι Orib. 15 τὰ ἐντὸς RFHDi διατρηθῆναι E ἐκ πλαγίων REDi: πλαγίως H: ἐκ πλα F δὲ om. E ἐπ᾿ om. ROrib. εὐθέως R 16 ἐκτέμνειν Orib. FH ἐξ om. Orib. ἀποψᾶν Orib. HDi τὸ ἐπερχόμενον Orib.E quae sequ. in R mutila sunt ac perturbata 18 ἐπισυνεστὸς Orib.: ἐπισυνεστὼς reliqui δὲ ἡμέρᾳ om. Orib.: ἡμέρᾳ om. EDi οὕτως εὑρίσκεται Di: οὕτως om. reliqui: suspectum 19 δεῖ δὲ ἐν θυίᾳ παλαιᾷ τρίβειν καὶ ἀποτίθεσθαι ἀναπλάσσοντας Di (e RV) τοῦτον E 21 ἅψασθαι ROrib.: ἀποψᾶσθαι HDi ὑπὸ om. R)65 μήκων κερατῖτις, ἣν ἔνιοι παράλιον καλοῦσιν, οἱ δὲ ἀγρίαν μήκωνα· φύλλα ἔχει λευκά, δασέα, ὅμοια φλόμῳ, πεπρισμένα τὴν περιφέρειαν ὥσπερ τῆς ἀγρίας μήκωνος καὶ τὸν καυλὸν ὅμοιον, ἄνθος ὠχρόν· καρπὸν δὲ μικρόν, καμπύλον ὥσπερ κέρας, ὅμοιον τῳ τῆς τήλιδος, ὅθεν καὶ ἐπωνόμασται· σπέρμα δὲ μικρόν, μέλαν, ὅμοιον τῷ τῆς μήκωνος, ῥίζαν ἐξ ἐπιπολῆς φυομένην, μέλαιναν, παχεῖαν· φύεται ἐν παραθαλασσίοις τόποις καὶ τραχέσι.