De materia medica
Dioscurides Pedianus
Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.
αὔτη κοπτομένη χλωρὰ καὶ καταπλασσομένη τραυμάτων 2 ἐστὶ κολλητική καὶ ἀνακαθαρτικὴ ἑλκῶν παλαιῶν καὶ ἀπουλωτική· ἀφεψηθεῖσα δὲ καὶ πινομένη ἄγει κατὰ κοιλίαν χολώδη καὶ παχέα, ἔγκλυσμά τε τὸ ἀφέψημα αὐτῆς ἐπὶ ἰσχιαδικῶν ἁρμόδιον, ἄγον αἷμα καὶ κουφίζον. ὁ δὲ χυλὸς πρός τε τὰ ὀφθαλμικά εὔχρηστος, ἀποκαθαίρων τὰ ἐπισκοτοῦντα ταῖς κόραις σύν μέλιτι, καὶ ἐν προσθέτῳ ἐμμήνων ἀγωγὸς καὶ ἐμβρύων· ποθεὶς δὲ ἁρμόζει τοῖς περὶ νεῦρα πάθεσιν ἰδίως.
χυλίζεται δὲ συλλεγομένη ἡ πόα ἐγκύμων σπέρματος καὶ 3 ἀποβρεχομένη ἡμέρας πέντε, εἶτα ἕψεται, ἄχρι ἂν ῥπερέχῃ τὸ ὕδωρ· εἶτα ψυγὲν ὑλίζεται διʼ ὀθονίου ῥιφθείσης τῆς πόας καὶ πάλιν ἕψεται μέχρι μελιτώδους συστάσεως. ἔνιοι δὲ χλωρὰν ἐγκύμονα αὐτὴν κόψαντες ἐκθλίβουσι τὸν χυλὸν καὶ βαλόντες εἰς κεραμεοῦν ἀκώνιστον ἀγγεῖον ἐν ἡλίῳ συστρέφουσι, κινοῦντες | ἀεὶ ξύλῳ καὶ τὸ περιπηγνύμενον ἀποξύοντες καὶ τῳ ὑγρῷ μίσγοντες σκεπάζοντές τε νυκτὸς ἐπιμελῶς· ἡ γὰρ δρόσος κωλυτικὴ τῆς τῶν ὑγρῶν χυλῶν συστάσεως καθέστηκεν.