De materia medica
Dioscurides Pedianus
Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.
4 δοκεῖ δὲ καὶ παραπαττόμενον εἰς τὰς κιβωτοὺς ἄβρωτα φυλάττειν τὰ ἐσθήματα ἀλειφόμενόν τε μετʼ ἐλαίου κώνωπας κωλύειν ἅπτεσθαι τοῦ σώματος· τὸ δὲ μέλαν τῷ ἀποβρέγματι αὐτοῦ βραχὲν ἄβρωτα μυσὶ τηρεῖ τὶ γράμματα. ἔοικε δὲ καὶ τὰ τοῦ χυλίσματος ἔργα τὰ αὐτά, πλὴν εἰς τὰς πόσεις οὐ δοκιμάζομεν αὐτό, κακοστόμαχον καὶ κεφαλαλγὲς ὄν. δολοῦται δὲ τὸ χύλισμα ἀμόργῃ ἑψηθείσῃ καὶ μιγνυμένη.
5 καλοῦσί τινες καὶ τὸ σέριφον ἀψίνθιον θαλάσσιον, ὅπερ πλεῖστον ἐν τῷ κατὰ Καππαδοκίαν Γαύρῳ γεννᾶται καὶ ἐν Ταφοσίρει τῆς Αἰγύπτου, ᾧ οἱ Ἰσιακοὶ ἀντὶ θαλλοῦ χρῶνται ἐστι δὲ πόα λεπτόκαρφος, ἐοικυῖα ἀβροτόνῳ μικρῷ, περιπληθὴς σπέρματος, ὑπόπικρος, κακοστόμαχος, βαρύοσμος, στύφουσα μετὰ ποσῆς θερμασίας, ἥτις ἑψηθεῖσα καθʼ ἑαυτὴν καὶ μετὰ ὀρύζης καὶ ληφθεῖσα μετὰ μέλιτος ἀσκαρίδας καὶ ἕλμινθας στρογγύλας κτείνει, ὑπεξάγουσα κοιλίαν κούφως.