De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

2 ἑψηθὲν δὲ καὶ ἐπιτεθὲν παρακολλᾷ τὰ ἀφεστῶτα σώματα, λειχῆνάς τε θεραπεύει ἑψόμενον μετὰ στυπτηρίας ὑγρᾶς καὶ καταχριόμενον, ἤχους τε τοὺς ἐν ὠσὶ καὶ ἀλγήματα σύν ἁλσὶ φρυκτοῖς λείοις ἐνσταζόμενον χλιαρόν, καὶ φθεῖρας καὶ κονίδας φθείρει καταχριόμενον, λιποδέρμους τε τοὺς μὴ ἐκ περιτομῆς ἀποκαθίστησι, μαλασσομένης τῆς πόσθης τῷ μέλιτι, μάλιστα ἀπὸ βαλανείου, ἐφ᾿  ἡμέρας τριάκοντα. ἀποκαθαίρει δὲ καὶ τὰ ἐπισκοτοῦντα ταῖς κόραις, καὶ τὰ περὶ βρόγχον καὶ παρίσθμια καὶ συνάγχας διαχριόμενον καὶ ἀναγαργαριζόμενον θεραπεύει.

3 κινεῖ δὲ καὶ οὖρα, καὶ βηξὶν ἁρμόζει καὶ τοῖς ὑπὸ ἑρπετῶν δηχθεῖσι, καὶ πρὸς μηκωνίου πόσιν μετὰ ῥοδίνου θερμὸν λαμβανόμενον, καὶ πρὸς μύκητας καὶ λυσσοδήκτους ἐκλειχόμενον ἢ πινόμενον. ἔστι μέντοι τὸ ὠμὸν φυσῶδες κοιλίας καὶ βηχὸς ἐρεθιστικόν, ὅθεν ἐξηφρισμένῳ δεῖ χρῆσθαι. πρωτεύει δὲ τὸ ἐαρινόν, εἶτα τὸ θερινόν· τὸ δὲ χειμερινὸν παχύτερον ἂν χεῖρον καὶ κηρανθέμους ποιοῦν.