De materia medica
Dioscurides Pedianus
Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.
τὴν ἰδίαν ὀσμὴν ἀποβάλῃ· εἶτα πρὸς μίαν μνᾶν τοῦ στέατος 6 Ἀττικὴν κηροῦ Τυρρηνικοῦ ὁλκὰς τέτταρας ἐμβλητέον καὶ διηθητέον, ἀφαιρετέον τε τὴν προσκαθημένην ἐν τῳ πυθμένι ἀκαθαρσίαν καὶ εἰς λοπάδα καινὴν ἀποθετέον· εἶτα εἰς ἥλιον καθ᾿ ἡμέραν κομιστέον περιεσκεπασμένον, ὅπως ἀπολευκανθῇ καὶ τὴν δυσωδίαν ἀποβάλῃ.
τὸ δὲ ταύρειον θεραπευτέον οὕτως· λαβὼν καὶ τούτου τὸ πρόσφατον καὶ νεφριαῖον ἔκπλυνον ποταμίῳ ῥεύματι, ἐξυμενίσας τε δὸς εἰς χύτραν κεραμεᾶν καινήν, ἁλὸς ὀλίγον προσεμπάσας,
καὶ τῆκε· εἶτα εἰς ὕδωρ διαυγὲς ἀπηθήσας, ὅταν ἀρχὴν λαμβάνῃ 7 πήξεως, ταῖς χερσὶ πάλιν ἔκπλυνον σφοδρῶς τρίβων. τοῦ μὲν ἀποχεομένου ὕδατος τοῦ δὲ ἐπιχεομένου, ἄχρι ἂν πλυθῇ καλῶς, καὶ πάλιν εἰς χύτραν ἐμβαλών ἕψε μετʼ οἴνου ἴσου εὐώδους. ὡς δ᾿ ἂν ζέσῃ δίς, ἄρας ἀπὸ τοῦ πυρὸς τὴν χύτραν ἔασον ἐννυκτερεῦσαι τὸ στέαρ ἐνθάδε· τῇ δ᾿ ἐχομένη ἐάν τι τῆς δυσωδίας ὑπολείπηται, ἀνελόμενος τὸ προειρημένον εἰς ἑτέραν χύτραν καινὴν προσεπίχεον οἶνον εὐώδη καὶ τὰ αὐτὰ τοῖς προειρημένοις ποίει, ἕως ἂν ἅπασαν τὴν δυσωδίαν ἀποβάλῃ.
τήκετοι 8 δὲ καὶ χωρὶς ἀλῶν ἐπ᾿ ἐνίαις διαθέσεσιν, ἐν αἶς οὗτοι [*](11 SIM. Pl. XXVIII 143.) [*](1 θαλάσση Orib.E εἶτα — ἐμβλητέον om, Οrib.: post κοπτέον colloc. E βλητέον F 2 θαλάσσης E 3 εἰσβλητέον F: ἐμβλητέον reliqui (post αὐτὸ coll. E) κεραμέαν χύτραν Orib.E 4 épqixee E ὥστε E: ὅσον HDi μὴ] καὶ H ἔλασσον E τε] δὲ Orib. E ἄχρις ἂν Orib. 5 μίαν om. Di: post μνᾶν coll. Orib.E ante τοῦ στ. transpos. Ἀττικὴν EDi 6 τὴν Ἀττικὴν Orib. τέτταρας] δύο ἢ τέσσαρας E (corr. E2) 7 τε E: δὲ reliqui ἐν om. Orib.E: fort. delendum 8 λοπάδων καινὸν EOrib. εἴς τε (om. εἶτα) Di 9 ὅπως ἀπολευκανθῇ καὶ οὕτως λαβὼν καὶ τοῦτο πρόσφατον καὶ τὴν δυσωδίαν τὸ δὲ ταύρειον θεραπευτέον καὶ νεφριαῖον (sic) F 11 nov. cap. (πγ) inc. E οὕτω Di τούτου τὸ E: τοῦτο ἢ: τοῦδε τὸ Orib.Di 14 ἔπειτα 0rib. λάβη Orib- 15 ἔκπλυνον Orib.E (ἐκπλύνων E2): ἐκπλύνων F: ἐκτρίβων HDi τρίβων FOrib.: τρίβε E: πλῦνον reliqui 16 post μὲν add. ἀπεζεσμένου Orib. ἄχρις Orib.HDi καγῇ E 17 κύθραν QDi μετ᾿ ἔσου οἴνσυ Orib.E 18 ἔως ἀναζέσῃ· εἶτα ἄρας E 19 νυκτερεῦσαι Di ἐνθάδε om, Orib. 20 διαλείπηται QOrib.: ὑπομένη ἢ διαλείπηται. E (corr. E2) 21 προσεπιχέων H: προσεπιχέας E καὶ κατὰ Q 22 πᾶσαν E 23 χωρὶς] χόνδροις Di τῶν ἀλῶν E ἐπ᾿] ἐν E)
ἀρωματιστέο΄ν δὲ στέαρ μόσχειον καὶ ταύρειον, ἔτι δὲ ἐλάφειον καὶ μυελὸν τοῦδε τοῦ ζῴου τὸν τρόπον τοῦτον· ἐξενίσας τὸ μέλλον εὐωδιάζεσθαι καὶ πλύνας, ὡς προείρηται, σύζεσον οἴνῳ ἀθαλάσσῳ τε καὶ εὐώδει, εἶτα ἀνελόμενος καὶ ἐννυκτερεῦσαι ἀφφὶς ἕτερον οἶνον ἀπὸ τοῦ αὐτοῦ γένους ἐπίχεε τῷ πλήθει τοσοῦτον, ὅσον ἦν ὁ ἔμπροσθεν δοθείς, καὶ τήξας ἀποκογχίσας τε ἐπιμελῶς, πρὸς ἐννέα κοτύλας τοῦ στέατος ἔμβολε
9 σχοίνου Ἀραβικῆς ὁλκὰς ἑπτά· ἐὰν δὲ εὐωδέστερον ποιῆσαι θέλῃς, τοῦ ἄνθους ὁλκὰς τεσσαράκοντα, προσαπόδος δὲ καὶ φοίνικος καὶ καλάμου τὰς ἴσας ὁλκάς, ἀσπαλάθου τε καὶ ξυλοβαλσάμου ἀνὰ ὁλκὴν μίαν μεῖξον δὲ καὶ καρδαμώμου καὶ νάρδου καὶ κασσίας καὶ κιναμώμου ἀνὰ οὐγγίαν μίαν — πάντα δὲ ἔστω ὁλοσχερέστερον κεκομμένα — εἶτα ἐπιδούς οἶνον εὐώδη ἀπέρεισαι ἐπ ἀνθράκων πεπωμασμένον τὸ ἀγγεῖον καὶ σύζεσον τρίς, ἄρας τε ἀπὸ τοῦ πυρὸς ἔασον ἐννυκτερεῦσαι αὐτό· τῇ δ᾿ ἐχομένῃ ἀπόχεε τὸν οἶνον καὶ ἄλλον ἐπιδοὺς τοῦ αὐτοῦ γένους σύζεσον ὁμοίως ἔτι τρὶς καὶ ἄφες.
10 πρωὶ δὲ ἀνελόμενος τὸ στέαρ ἀπόχεε τὸν οἶνον, ἐκπλύνας τε τὸ ἀγγεῖον καὶ καθάρας τὸ πρὸς τῳ πυθμένι καὶ τήξας διυλίσας τε αὐτὸ ἀπόθου καὶ χρῶ.
ἀρωματίζεται δὲ καὶ τὸ τεθεραπευμένον τὸν αὐτὸν τρόπον. προστύφεται δὲ τὰ προειρημένα στέατα πρὸς τὸ ῥᾳδίως δέξασθαι [*](1 τὸ om. E οὕτω Orib.HDi 2 post λευκόν nov. cap. (πδ) inc. E στέαρ παρδάλειον καὶ λεόντινον, συάγριόν τε καὶ καμήλιον καὶ ἵππιον καὶ τὰ ὅμοια ὡσαύτως κατασκευαστέον E 4 nov. cap. (πε) inc. E δὲ καὶ E 5 ἐξυδατίσας ἢ ἐξυμενίσας E (corr. E2) 6 ante τὸ add. κὐτῶν E ἐκπλύνας E 7 σύνζεσον E: καὶ ζεσας reliqui: correxi ἄμα ονῳ E 8 ἀπὸ] ἐκ Di γένους] γεννώμενον Q ἐπιχεων Di 9 τοσοῦτον τῷ πλήθει Di ὅσον FE: ὅσος reliqui τῆξον E 10 ἀποκογχίσας F: ἄποκομίοας E (corn. E2): ἀφυλίσας reliqui δοτύλας ἐννέα Di ἐμβάλλον E (ἔμβαλλον corr. E2) 12 ἐθέλῃς H 13 post φοίνικος add. καὶ κασσίας HDi post ὁλκὰς c. 11 litt. del. E2 14 μίξον δὲ καὶ κασσίας καὶ νάρδου μαῖ κιναμώμου ὁλκὴ μία om. mg. add. E 15 κινναμώμου καὶ καρδαμώμου καὶ νάρδου Di: κασσίας καὶ νάρδου καὶ κιναμώμου EDl ἅπαντα E 13 ὁλοσχερῆ E ἐπιδοὺς] ἐπίχεε Di εὐώδει F 17 καὶ ὑπέρειδε Di πεπωμασμένον F: πεπωματισμένον reliqui 18 εἷτα ἄρας τε E (τε del. E2) 19 post ἐχομένη add. ἡμέρᾶ E ἀποχέας E ἐπιδιδοὺς F fort. ἐκ τοῦ αὐτοῦ 20 ὁμοίως ἔτι om. H ἕως τρὶς Di: ἐπὶ τρεῖς E (corr. E2) 21 ἀπόχεε QDi: ἀπόχεον E 22 τῶ ἐν τῶ πυθμένη E αὐτὸ om, HE 13 θεραπευόμενον Q τοῦτον τὸν τρόπον H 24 δὲ καὶ E)
ἔτι δὲ καὶ οὕτως πρόστυφε τὰ στέατα κόψας ὅ τι ἂν 11 αὐτῶν θέλῃς — πρόσφατον δὲ καὶ ἀμιγὲς αἵματος τά τε ἄλλα ἔχον, ἃ πολλάκις εἴρηται — καὶ ἐμβαλὼν εἰς λοπάδα καινὴν ἐπιχέας τε οἶνον παλαιὸν λευκὸν εὐώδη, ὡς ὑπερέχειν δακτύλους ὀκτώ, σύζεσον ἐλαφρῷ χρώμενος πυρί, ἕως τὴν σύμφυτον ὀσμὴν ὀποβάλῃ καὶ μᾶλλον οἰνίζῃ. εἶτα καθελὼν τὸ ἀγγεῖον καὶ ψύξας ἀνελοῦ τοῦ στέατος μνᾶς δύο καὶ ἐμβαλών εἰς λοπάδα προσεπιδούς τε τοῦ αὐτοῦ οἴνου κοτύλας τέσσαρας καὶ λωτίνου καρποῦ, οὖ τοῖς ξύλοις οἱ αὐλοποιοὶ χρῶνται, κεκομμένου μνᾶς τέσσαρας ἕψε πυρὶ κούφῳ διηνεκῶς κινῶν.