De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

εἰ δὲ ἀθεράπευτον στέαρ χήνειον ἢ ἀρνίθειον ἢ μόσχειον 16 θέλοι τις ἄσηπτον διατηρῆσαι, οὕτως ποιητέον αὐτό· λαβὼν πρόσφατον, ὁποῖον ἂν αἱρῇ, ἔκπλυνον ἐπιμελῶς καὶ διαψύξας ἐπὶ κοσκίνου ἐν σκιᾷ, μετὰ τὸ ξηρανθῆναι ἔμβαλε εἰς ὀθόνην καὶ ἐκπίεσον ταῖς χερσὶν ἐρρωμένως, εἶτα λίνῳ διείρας κρέμασον ἐν τόπῳ σκιερῷ· μετὰ δὲ ἡμέρας πολλὰς καινῷ ἀποδήσας χαριῃ ἀποτίθεσο ἐν καταψύχρῳ τόπῳ. ἄσηπτα δὲ διαμένει καὶ ἐν μέλιτι ἀποτεθέντα.

δύναμιν δὲ ἔχει τὰ στέατα πάντα θερμαντικήν. τὸ μέντοι 17 ταύρειον στύφει ποσῶς καὶ τὸ βόειον καὶ τὸ μόσχειον, καὶ τὸ λεόντειον δὲ ἀναλογεῖ τούτοις· φασὶ δὲ καὶ ἀντιφάρμακον αὐτὸ τοῖς ἐπιβουλεύουσιν εἶναι. τὸ δὲ ἐλεφάντειον καὶ ἐλάφειον ἑρπετὰ διώκει καταχριόμενον τὸ δὲ αἴγειον στυπτικώτερον, ὅθεν δυσεντερικοῖς δίδοται σύν ἀλφίτῳ καὶ τυρῷ, καὶ ἑψόμενον ἐγκλύζεται μετὰ πτισάνης χυλοῦ. εὐθετεῖ δὲ καὶ φθισικοῖς ἐν ῥοφήμασιν ὁ ἐξ αὐτῶν ζωμός, καὶ τοῖς κανθαρίδας πεπωκόσιν ὠφελίμως δίδοται.

τὸ δὲ τράγειον, διαλυτικώτερον ὄν, βοηθεῖ 18 ποδαγρικοῖς φυραθὲν σὺν αἰγὸς σπυράθοις καὶ κρόκῳ καὶ ἐπιτιθέμενον, καὶ τὸ προβάτειον δὲ ἀναλογεῖ τούτῳ. ὕειον δὲ ἀναλογεῖ τοῖς περὶ ὑστέραν καὶ ἕδραν καὶ πυρικαύτοις ἁρμόζει· τὸ δὲ ταριχηρὸν ὕειον ὡς ὅτι παλαιότατον θερμαίνει, [*](3 EXC. Orib. XII s. v. στέαρ (εἰ δὲ — ἀποτεθέντα).) [*](11 SIM. Pl. XXVIII 142 — Pl. XXVIII 90 — D. eup. II 49 (262) 52. 53 (265) — eup. II 38 (251) Pl. XXVIII 138 — D. II 152 (332) — eup. I 235 (216) Pl. XXVIII 219 — eup. II 71 (285) — Pl. XXVIII 216 — eup. I 178 (188) Pl. XXVIII 235.) [*](15 TEST. Gal. XII 330 cf. XI 443.) [*](1 ὑλίσας E τὴν πρὸε τῷ πυθμένη ῥυπαρίαν ὑπάρχουσαν E 3 μόσχειον] ἐχίδνηον E 4 θέλει Orib.FDi: θέλῃ E οὕτω HDi 5 ὁποῖον] ὅ τι E βούλοιο Di 6 ἐν κοσκίνου H: ἐν κοσκίνῳ F ἔμβαλλον H: ἔμβαλλε 0rib. F ὀθόνιον Orib. E post ὀθόνην add. καθαρὰν HDi 7 ἐκπασον E: ἐκπίεσον post χερσὶν colloc. Di βιαίως Spr. ἔπειτα Οrib. ἐν λίνῳ E 9 δὲ addidi ex E 10 ἀποτιθέμενα E 11 θεραπευτικήν E (θερμαντικήν superscr. E2) post θερμαντικήν add. μαλακτικήν, ἀρωματικήν HDi 14 τὸ δʼ ἐλάφιον καὶ τὸ ἐλεφάντιον E 16 ἀλφίτῳ καὶ ὁοὶ καὶ τυρῷ κμθεψόμενον ἐγκλύξεταί τε HDi τνρῷ E: πιτέρῳ FDl, at cf. D. eup. II 49 (262) ἐψόμενον] ἀνιέμενον F 17 καὶ μετὰ E χνλοῦ πτισάνης E 18 ῥο- φήματι E, cf. D. eup. II 38 (251) καὶ om, E 19 διαλυτικώτατον HDi: διαχυτικώτερον ἢ διαλυτιεὼτερον (om. ὄν) E: corr. E2 20 φυραθὲν om. E καὶ (aIt.) om. E 22 ἀναλογεῖ seclusi: om, E δ καὶ πυρικαύτοις Di)

158
μαλάσσει, οἴνῳ δὲ πλυθὲν ἁρμόζει πλευριτικοῖς, σὺν τέφρᾳ ἢ ἀσβέστῳ ἀναλημφθέν, καὶ πρὸς οἰδήματα καὶ φλεγμονάς. τὸ δὲ ὄνειόν φασιν οὐλάς ὁμόχρους ποιεῖν, χήνειον δᾶ καὶ ὀρνίθειον πρός τε τὰ γυναικεῖα καὶ ἐπιρρήξεις χειλῶν καὶ προσώπων ἐπιμέλειαν καὶ ὠταλγίας ἁρμόζει, τὸ δὲ ἄρκειον δοκεῖ τριχοφυὲς εἶναι ἀλωπεκιῶν καὶ χιμετλιῶσιν ἁρμόζει.