De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

10 πρωὶ δὲ ἀνελόμενος τὸ στέαρ ἀπόχεε τὸν οἶνον, ἐκπλύνας τε τὸ ἀγγεῖον καὶ καθάρας τὸ πρὸς τῳ πυθμένι καὶ τήξας διυλίσας τε αὐτὸ ἀπόθου καὶ χρῶ.

ἀρωματίζεται δὲ καὶ τὸ τεθεραπευμένον τὸν αὐτὸν τρόπον. προστύφεται δὲ τὰ προειρημένα στέατα πρὸς τὸ ῥᾳδίως δέξασθαι [*](1 τὸ om. E οὕτω Orib.HDi 2 post λευκόν nov. cap. (πδ) inc. E στέαρ παρδάλειον καὶ λεόντινον, συάγριόν τε καὶ καμήλιον καὶ ἵππιον καὶ τὰ ὅμοια ὡσαύτως κατασκευαστέον E 4 nov. cap. (πε) inc. E δὲ καὶ E 5 ἐξυδατίσας ἢ ἐξυμενίσας E (corr. E2) 6 ante τὸ add. κὐτῶν E ἐκπλύνας E 7 σύνζεσον E: καὶ ζεσας reliqui: correxi ἄμα ονῳ E 8 ἀπὸ] ἐκ Di γένους] γεννώμενον Q ἐπιχεων Di 9 τοσοῦτον τῷ πλήθει Di ὅσον FE: ὅσος reliqui τῆξον E 10 ἀποκογχίσας F: ἄποκομίοας E (corn. E2): ἀφυλίσας reliqui δοτύλας ἐννέα Di ἐμβάλλον E (ἔμβαλλον corr. E2) 12 ἐθέλῃς H 13 post φοίνικος add. καὶ κασσίας HDi post ὁλκὰς c. 11 litt. del. E2 14 μίξον δὲ καὶ κασσίας καὶ νάρδου μαῖ κιναμώμου ὁλκὴ μία om. mg. add. E 15 κινναμώμου καὶ καρδαμώμου καὶ νάρδου Di: κασσίας καὶ νάρδου καὶ κιναμώμου EDl ἅπαντα E 13 ὁλοσχερῆ E ἐπιδοὺς] ἐπίχεε Di εὐώδει F 17 καὶ ὑπέρειδε Di πεπωμασμένον F: πεπωματισμένον reliqui 18 εἷτα ἄρας τε E (τε del. E2) 19 post ἐχομένη add. ἡμέρᾶ E ἀποχέας E ἐπιδιδοὺς F fort. ἐκ τοῦ αὐτοῦ 20 ὁμοίως ἔτι om. H ἕως τρὶς Di: ἐπὶ τρεῖς E (corr. E2) 21 ἀπόχεε QDi: ἀπόχεον E 22 τῶ ἐν τῶ πυθμένη E αὐτὸ om, HE 13 θεραπευόμενον Q τοῦτον τὸν τρόπον H 24 δὲ καὶ E)

155
τὴν τῶν ἀρωμάτων δύναμιν ρὕτως· λαβὼν αὐτῶν ὅ τι ἂν αἱρῇ ζέσον ἅμα οἴνῳ, συγκαθεὶς μυρσίνης κλάδον ἕρπυλλόν τε καὶ κύπερον, ἔτι δὲ ἀσπάλαθον ὁλοσχερέστερον συγκοπέντα· τινὲς δὲ ἐνὶ τούτων ἀρκοῦνται. ὅταν δὲ τὸ τρίτον ἀναζέσῃ, ἀνελόμενος πραέως καὶ δι᾿ ὀθόνης ὑλίσας ἀρωμάτιζε, ὡς δεδήλωται.

ἔτι δὲ καὶ οὕτως πρόστυφε τὰ στέατα κόψας ὅ τι ἂν 11 αὐτῶν θέλῃς — πρόσφατον δὲ καὶ ἀμιγὲς αἵματος τά τε ἄλλα ἔχον, ἃ πολλάκις εἴρηται — καὶ ἐμβαλὼν εἰς λοπάδα καινὴν ἐπιχέας τε οἶνον παλαιὸν λευκὸν εὐώδη, ὡς ὑπερέχειν δακτύλους ὀκτώ, σύζεσον ἐλαφρῷ χρώμενος πυρί, ἕως τὴν σύμφυτον ὀσμὴν ὀποβάλῃ καὶ μᾶλλον οἰνίζῃ. εἶτα καθελὼν τὸ ἀγγεῖον καὶ ψύξας ἀνελοῦ τοῦ στέατος μνᾶς δύο καὶ ἐμβαλών εἰς λοπάδα προσεπιδούς τε τοῦ αὐτοῦ οἴνου κοτύλας τέσσαρας καὶ λωτίνου καρποῦ, οὖ τοῖς ξύλοις οἱ αὐλοποιοὶ χρῶνται, κεκομμένου μνᾶς τέσσαρας ἕψε πυρὶ κούφῳ διηνεκῶς κινῶν.

ὅταν 12 δὲ τὴν στεατώδη ἀποφοράν ἀποβάλῃ πᾶσαν, διυλίσας αὐτὸ ψῦχε, καὶ λαβὼν ἀσπαλάθου κεκομμένου μνᾶν μίαν, ἀμαρακίνου δὲ ἄνθους μνᾶς τέσσαρας οἴνῳ φύρασον παλαιῷ καὶ ἔασον μίαν νύκτα συμπιεῖν τῇ δ᾿ ἐχομένη εἰς χύτραν κεραμεᾶν τριχουνιαίαν καινὴν κάθες ταῦτα καὶ τὸ στέαρ, προσαπόδος δὲ καὶ οἴνου χοέως ἥμισυ καὶ σύζεσον ἅπαντα ὁμοῦ· ὅταν δὲ πάντων τῶν στυμμάτων τὴν δύναμιν καὶ τὴν ὀσμὴν ἀπολάβῃ τὸ στέαρ, καθελὼν αὐτὸ καὶ διυλίσας πῆξον ἀπόθου τε. ἐὰν δὲ εὐωδέστερον ποιῆσαι θέλῃς, μίσγε σμύρνης τῆς λιπαρωτάτης ὀκτὼ ὁλκὰς οἴνῳ διειμένας πολυετεῖ.

[*](2 αἱρῇ E: ἤρεσκε Q: βούλοιο Di εἶτα ante συγκαθεὶς del. E2 3 κύ- πειρον libri: correxi κοπέντα HDi 4 δὲ (pr.) om. E post ἀρκοῦνται add. τῇ χρήσει Di τὸ] εἰς HDi: om. E 5 ὀθονίου E 6 σὕτων HDi προστύφεται E 8 καὶ addidi ἐμβαλὼν δὲ H: ἔμβαλον E: ἔμβαλλον Di 9 ἐπιχέων E λευκὸν εὐώδη παλαιὸν EDi: λευκὸν om. H 10 ἕως ἂν E 11 ἀποβάλλῃ F καὶ μᾶλλον om. mg. add. E 12 τοῦ addidi ex E βαλὼν QDi 13 προσεπιδιδοὺς H τε om. H 14 τὰ ξῦλα οἱ αὐλ. παραλαμβάνοσι καὶ χρῶνται κα χρ. om, Di) EDi 15 κινῶν διηνεκῶς E 16 ἀποβάλλῃ F ὑλίσας E αὐτὸν E 17 κεκομμένης E ἀμαράκου E 18 ἀνθοῦντος E οἴνω παλαιῶ φύρασον E 19 πιεῖν F: συνπεῖν (sic) E: ποιεῖν HDi: correxi τρίχουν E 20 ταῦτα] αὐτὰ D1 τε καὶ E προσαποδοὺς H 21 χοὺς ἥμισυ οῖνον Di: χοέα ἔνα ἥμισυ ἢ ἥμισυ E, corr. E: χοὺς ἥμισυ (om. οἴνου καὶ spat. rel.) 21 ὡς ἂν τῶν στυμμάτων τήν τε δύναμιν καὶ τήν ὀσμὴν ἀναλάβῃ E: ἕως ἄν τὴν δ. καὶ τήν ὀσμ. τῶν στυμμάτων ἀναλάβῃ Di 22 τῶν στυμμάτων om. ἢ 23 post καθελὼν add. δὲ E2 τῆξον libr: corr. Lac. καὶ ἀπόθου Di 24 θέλης ποιῆσαι E μίσγε μὐτῷ E τῆς om. E 25 ὁλκὰς ῆ EDi διειμένης E πολυτελῆ καὶ πολυετῖ E (πολυτελῆ καὶ del. E2))