De materia medica
Dioscurides Pedianus
Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.
πρὸς δὲ ἰόνθους μετὰ 5 κασσίας καὶ μέλιτος ἐπιχρίεται, λειχῆνάς τε ἀποσμήχει σὺν ὄξει, καὶ τρίχας ῥεούσας μετὰ λαδάνου καὶ οἴνου καὶ μυρσινίνου καταχριομένη ῥώννυσι. πραύνει δὲ καὶ τοὺς χρονίους κατάρρους διαχριομένων πτερῷ τῶν μυξωτήρων· πληροῖ καὶ τὰ ἐν ὀφθαλμοῖς ἕλκη καὶ καθαίρει τὰ λευκώματα καὶ τὰ ἐπισκοτοῦντα ταῖς κόραις καὶ τραχώματα σμήχει. γίνεται δὲ καὶ λιγνὺς ἐξ αὐτῆς ὁμοίως τῇ ἐκ τοῦ λιβάνου, ὡς ὑποδείξομεν (I 68), ἁρμόζουσα πρὸς τὰ αὐτά.
65 ἡ δὲ Βοιςτιακὴ σμύρνα ἐστὶ δένδρου τινὸς ἐν Βοιωτίᾳ γεννωμένου ῥίζα τετμημένη. ἐκλέγου δὲ τὴν ἐμφερῆ σμύρνῃ κατὰ τὴν εὐωδίαν. δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, διαλυτικήν· μείγνυται δὲ καὶ θυμιάμασι χρησίμως.
66 στύραξ δάκρυόν ἐστι δένδρου τινὸς ὁμοίου κυδωνίᾳ. διαφέρει δὲ αὐτοῦ ὁ ξανθὸς καὶ λιπαρός, ῥητινώδης, θρόμβους ἔχων ὑπολεύκους, ἐπιδιαμένων τῇ εὐωδίᾳ ὡς ὅτι πλεῖστον καὶ ἐν τῷ μαλάσσεσθαι ἀνιεὶς ὑγρασίαν τινὰ μελιτώδη. τοιοῦτος δέ ἐστιν ὁ Γαβαλίτης καὶ Πισιδιακὸς καὶ Κιλίκιος, φαῦλος δὲ ὁ μέλας καὶ ψαθυρὸς καὶ πιτυρώδης. εὑρίσκεται δὲ καὶ δάκρυον κόμμει ἐοικός, διαυγές, σμυρνίζον· ὀλίγον δὲ τοῦτο γεννᾶται. δολίζουσι δὲ αὐτὸ τοῖς ἐκ τοῦ δένδρου πρίσμασιν, ἅπερ ὑπὸ τῶν σκωλήκων ἀνατίτραται, μειγνυμένοις καὶ μέλιτι καὶ ἴριδος [*](10 SIM. Theophr. h. pl. VII 6, 3.) [*](10 EXC. Orib. XII s. v. σμύρνα (ἡ δὲ — εὐωδίαν); Gal. XII 127.) [*](14 SIM. Theophr. h. pl. IX 7, 3; Strab. XII 570; Pl. XII 124 (ex Iuba); Pl. XXIV 24 e S. N.).) [*](14 EXC. Orib. XII s. v. (στύραξ — ἄδολος, καίεται — λίβανος); Orib. t. V 78 D., unde Aet. II 196; Gal. XII 131 (unde Aet. I s. v. Paul. Aeg. VII 3 s. v.); Isid. XVII 8, 5 (e D. lat.) cf. Gal. XIII 954 XIV 79.) [*](2 ἀποσμήχεται F 4 καταχριομένου F 5 διαχριομένη libri: correxi coll. D. eup. I 7 (97)) [*](10 num. cap. ξε QDi tit. περὶ σμύρνης βοιωτικῆς Di: περὶ βοιωτιακῆς (βοιωτικῆς H) Q βοιωτικὴ HDi δάκρυόν ἐστι coni. Sar. 11 ῥίζης τετμημένης coni. Sar. 13 διαχυτικήν Gal. (vitio solemni) θυμιώμασι F) [*](14 num. cap. ξ𝔮 QDi: οα΄ Dl 14 τινὸς om. Orib. κυδωνέα H: κυδωνίω Di 15 λιπαρός] ῥυπαρός Di 17 ἀνεὶς libri: correxi cf. Orib. V 78 D. 18 καταβαλλίτης H: καταβαλίτης Di: κασταθαλίτης F (Γάβαλα urbs Syriae cf. Str. XVI 753) ὁ πισιδιακὸς Orib. ποσειδιακὸς F: πισσιδιακὸς reliqui λύκιος Orib. 19 ψαφαρὸς Orib. εὑρίσκεται — σμυρνίζον om. mg. add. Orib. 21 αὐτὸν Orib. 22 ἀνατίτραται FOrib.: ἀνατιτρᾶται reliqui μιγνυμένη HDi: comp. scr. F ἴριδι H: ἴρι (δ superscr.) F: ἴρεως Di)
2 ἔνιοι δὲ κηρὸν ἢ στέαρ ἀρωματίσαντες συνεκμαλάσσουσιν ἐν τοῖς ὀξυτάτοις ἡλίοις τῷ στύρακι καὶ διʼ ήθμοῦ εὐρυτρήτου ἐκθλίβουσιν εἰς ὕδωρ ψυχρὸν ποιοῦντες σκωλήκια καὶ πωλοῦσι, σκωληκίτην ὁνομάζονιες. ἐγκρίνουσι δὲ οἱ ἄπειροι τὸν τοιοῦτον ὡς ἀκέραιον, οὐ προσέχοντες τῇ κατὰ τὴν ὀσμὴν εὐωδίᾳ· δριμὺς γὰρ λίαν ἐστὶν ὁ ἄδολος.
δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, πεπτικήν, ποιῶν πρὸς βῆχας, κατάρρους, κορύζας, βράγχους, ἀποκοπὴν φωνῆς, ἤχους.
3 ἁρμόζει καὶ πρὸς τὰς ἐν ὑστέρᾳ μύσεις καὶ σκληρίας, ἔμμηνά τε ἄγει πινόμενος καὶ προστιθέμενος, κοιλίαν τε κούφως μαλάττει καταπινόμενος ὀλίγος μετὰ ῥητίνης τερεβινθίνης· μείγνυται δὲ καὶ μαλάγμασι διαφορητικοῖς καὶ ἀκόποις χρησίμως. καίεται δὲ καὶ φώγνυται καὶ ὀπτᾶται καὶ αἰθαλοῦται ὡς λίβανος, ἁρμόζει τε ἡ αἰθάλη πρὸς ἃ καὶ ἡ τοῦ λιβάνου. τὸ δὲ ἐξ αὐτοῦ σκευαζόμενον χρῖσμα ἐν Συρίᾳ στυράκινον θερμαίνει καὶ μαλάττει ἰσχυρῶς· κεφαλαλγὲς μέντοι καὶ βαρὺ καὶ καρωτικὸν καθέστηκεν.