De materia medica
Dioscurides Pedianus
Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.
δύναμιν δὲ ἔχει στυπτικήν, ψύχουσαν, εὔθετον εἰς ἐμβρέγματα 4 καὶ καταπλασμάτων μείξεις. λύει δὲ καὶ κοιλίαν ποτιζόμενον καὶ καῦσον σβέννυσι στομάχου· ἔστι δὲ καὶ ἑλκῶν θρεπτικὸν κοίλων καὶ τῶν κακοήθων πραυντικόν, ἀχώρων καὶ ἐκζεμάτων ἐπάλειμμα, κεφαλαλγίας ἔμβρεγμα ἐν ἀρχῇ, ὀδονταλγίας τε διάκλυσμα. ποιεῖ δὲ καὶ πρὸς βλέφαρα ἐσκληρυμμένα ἐγχριόμενον, πρός τε ἐντέρων ἐρεθισμοὺς καὶ ὑστέρας φλεγμονὰς ἐγκλυζόμενον χρήσιμον.
44 ἐλατίνου σκευασία· ἐλάτην θλάσας καὶ διακνίσας ἐμβαλών τε εἰς λουτῆρα ἐπίχει ὀμφάκινον ἔλαιον ἐπὶ ἡμέρας τρεῖς ἀνελόμενός τε εἰς σφυρίδα ἐξίπου· ἔστω δὲ ἑκάτερα ἰσόσταθμα· εἶτα ἀποθέμενος καθαρίως ἐν ἀγγείῳ χρῶ.
[*](11 SIM. D. eup II 2 (227) I 106 (147) I 1 (94).)[*](19 SIM. Pl. XII 134.)[*](1 νεαρὰ ὀνυχίζον πρόσβαλε Di: νεαρὰ πρόσβαλε ὀνυχίζων HDa, cf. Aet. I s. v. γὰρ] δὲ Da 2 ἐμβολὴν] ἐμβροχὴν Di 4 χυλοῦ] ξύλου F συναλειφθὲν F: ἀπολειφθὲν reliqui: correxi 5 κἂν F: om. reliqui τὸ μύρον φθείρει HDiDa 6 θλάσαντες] ὀνυχίσαντες: καὶ ἡλιάσαντες Di: καὶ ἡλιάσαντες add. HDa: om. F post ἐλαίῳ add. ἔχοντες (ἔχοντα H) σταθμὸν οὐγγίων 𝒢 εἰς ἕνα (om. H) ξέστην (ξε 𝒢΄ Da) ἐλαίου HDaDi μαλάσσοντες Di: θλάσσντες Da: ἀλλάσσοντες reliqui (ἀγγεῖον supple) παῤ om. Di 7 post ἑπτὰ add. καὶ (om. HDa) ἡλιάζοντες (ἡλιάζουσι H) ἐπὶ (παῤ H) ἡμέρας μ HDaDi ἄχρι τρίτης om. Da τρίτης] τῆς F βροχῆς F: ἐμβροχῆς reliqui καὶ οὕτως H ἀποστίφουσι Da 8 ἐμβαλόντες Da: ἐμβάλλοντες HDi 9 ἕνεκεν Di καὶ (alt.)] ἢ Pl, l s. 10 φθείρεσθαι] ὄζειν Di 11 ψυκτικήν Di 13 καύσωνα H: καύσονα Da: καυσούμενον Zach. 14 θρεπτικὸν κοίλων ἑλκῶν Di καὶ (pr.) om. QDa 15 ἀπάλειμμα QDa 16 τε om. HDi ἐσκληρυμμένα F: ἐσκληρυμένα HDa: ἐσκληρυσμένα Di 17 φλεγμονὰς addidi e Zach. l. s.)[*](19 num. cap. μδ QDi: μθ΄ Di tit. ἐλάτινον H: περὶ σκευασίας ἐλατίνου reliqui ἐλατίνου σκευασία om. HDiDa ἐλάτην i. e. palmae fructum cf. D. I 109 διακνήσας HDa ἔμβαλε εἰς λ. καὶ Di 21 σφυρίδα F: οφυρία Da: σπυρίδα reliqui 22 καθαρίως (comp. scr.) F: καθαρὰ H: καθαρῶ DiDa: reponis diligenter et uteris Dl, cf. D. I 54 ἀγγείοις F: ἀγγείῳ reliqui)δύναμιν δὲ ἔχει ἀναλογοῦσαν τῷ ῥοδίνῳ, κοιλίαν δὲ οὐ μαλάσσει.
45 μηλίνον σκευασία· ἐλαίου ξέστας ἕξ, ὕδατος ξέστας δέκα μείξας προσέμβαλε σπάθης τεθλασμένης οὐγγίας τρεῖς, σχοίνου οὐγγίαν μίαν καὶ ἐάσας ἡμέραν μίαν ἕψησον, εἶτα ἀπηθήσας τὸ ἔλαιον βάλε εἰς ἀγγεῖον πλατύστομον, ἐπιθείς τε ῥῖπον ἐκ καλάμου ἢ ψίαθον ἀραιὰν ἄνωθέν τε ἐπιθεὶς κυδώνια μῆλα καὶ περικαλύψας ἱματίοις ἔασον ἡμέρας ἱκανάς, ἕως ἂν ἐπισπάσηται τὴν ἀπὸ τῶν μήλων δύναμιν τὸ ἔλαιον.
2 ἔνιοι δὲ τὰ μῆλα περιβαλόντες ἱματίοις ἐπὶ ἡμέρας δέκα, ἵνα συνέχηται καὶ μὴ διαπνέηται ἡ εὐωδία, μετὰ ταῦτα ἀποβρέχουσι τῷ ἐλαίῳ ἡμέρας δύο καὶ νύκτας, εἶτα ἐξιπώσαντες ἀποτίθενται. δύναμιν δὲ ἔχει στυπτικήν, ψυκτικήν, ποιοῦν πρὸς τὰ ψωρώδη ἕλκη, πίτυρα, χίμετλα, ἕρπητας καὶ πρὸς τὰς ἐν ὑστέρᾳ ἑλκώσεις ἐγχυματιζόμενον, οὖρά τε ἠρεθισμένα στέλλει ἐγκλυζόμενον καὶ ἱδρῶτας ἐφίστησι· πίνεται δὲ καὶ πρὸς κανθαρίδας, βουπρήστεις, πιτυοκάμπην. εστι δὲ αὐτοῦ δόκιμον τὸ κυδωνίων ὄζον μήλων.