The Epistle to Diogentus
Pseudo-Justinus Martyr
Pseudo-Justinus Martyr, The Apostolic Fathers, Volume 2. Lake, Kirsopp. Loeb, 1917.
οὗ χάριν ἀπέστειλε λόγον, [*](I Tim. 3, 16) ἵνα κόσμῳ φανῇ, ὃς ὑπὸ λαοῦ ἀτιμασθείς, διὰ ἀποστόλων κηρυχθείς, ὑπὸ ἐθνῶν ἐπιστεύθη. [*](I Jo. 1, 1;)
οὗτος ὁ ἀπ̓ ἀρχῆς, ὁ καινὸς φανεὶς καὶ παλαιὸς εὑρεθεὶς καὶ πάντοτε νέος ἐν ἁγίων καρδίαις γεννώμενος. [*](Ps. 2, 7; Mt. 3, 17)
οὗτος ὁ ἀεί, ὁ σήμερον υἱὸς λογισθείς, δἰ οὗ πλουτίζεται ἡ ἐκκλησία καὶ χάρις ἁπλουμένη ἐν ἁγίοις πληθύνεται, παρέχουσα νοῦν, φανεροῦσα μυστήρια, διαγγέλλουσα καιρούς, χαίρουσα ἐπὶ πιστοῖς, ἐπιζητοῦσι δωρουμένη, οἷς ὅρκια
πίστεως οὐ θραύεται οὐδὲ ὅρια πατέρων παρορίζεται.εἶτα φόβος νόμου ᾅδεται, καὶ προφητῶν χάρις γινώσκεται, καὶ εὐαγγελίων πίστις ἵδρυται, καὶ ἀποστόλων παράδοσις φυλάσσεται, καὶ ἐκκλησίας χάρις σκιρτᾷ.
ἣν χάριν μὴ λυπῶν ἐπιγνώσῃ, ἃ λόγος ὁμιλεῖ δἰ ὧν βούλεται, ὅτε θέλει.
ὅσα γὰρ θελήματι τοῦ κελεύοντος λόγου ἐκινήθημεν ἐξειπεῖν μετὰ πόνου, ἐξ ἀγάπης τῶν ἀποκαλυφθέντων ἡμῖν γινόμεθα ὑμῖν κοινωνοί.
Οἷς ἐντυχόντες καὶ ἀκούσαντες μετὰ σπουδῆς εἴσεσθε, ὅσα παρέχει ὁ θεὸς τοῖς ἀγαπῶσιν ὀρθῶς, [*](Gen. 2, 15; 3, 24) οἱ γενόμενοι παράδεισος τρυφῆς, πάγκαρπον ξύλον εὐθαλοῦν ἀνατείλαντες ἐν ἑαυτοῖς, ποικίλοις καρποῖς κεκοσμημένοι.
ἐν γὰρ τούτῳ τῷ χωρίῳ [*](Gen. 2, 9) ξύλον γνώσεως καὶ ξύλον ζωῆς πεφύτευται: ἀλλ̓ οὐ τὸ τῆς γνώσεως ἀναιρεῖ, ἀλλ̓ ἡ παρακοὴ ἀναιρεῖ.
οὐδὲ γὰρ ἄσημα τὰ γεγραμμένα, ὡς θεὸς ἀπ̓ ἀρχῆς ξύλον γνώσεως καὶ ξύλον ζωῆς ἐν μέσῳ παραδείσου ἐφύτευσε, διὰ γνώσεως ζωὴν ἐπιδεικνύς: ᾗ μὴ καθαρῶς χρησάμενοι οἱ ἀπ̓ ἀρχῆς πλάνῃ τοῦ ὄφεως γεγύμνωνται.