Dialogue with Trypho

Justin Martyr

Justin Marytyr. Dialogue avec Tryphon. Archambault, Georges, editor. Paris: Librairie Alphones Picard, 1909.

Ὅπερ καὶ ὄψει ἰδεῖν ὑμῖν ἔστι γινόμενον· ὑμεῖς γὰρ ἐν ταῖς συναγωγαῖς ὑμῶν καταρᾶσθε πάντων τῶν ἀπ᾿ ἐκεῖνου γενομένων Χριστιανῶν, καὶ τὰ ἄλλα ἔθην, ἃ καὶ ἐνεργῆ τὴν κατάραν ἐργάζονται, ἀναιροῦντα τοὺς μόνον ὁμολογοῦντας ἑαυτοὺς εἶναι Χριστιανούς· οἷς ἡμεῖς ἅπασι λέγομεν, ὅτι Ἀδελφοὶ ἡμῶν [cf. IS., LXVI, 5] ἐστε, ἐπίγνωτε μᾶλλον τὴν ἀλήθειαν τοῦ θεοῦ. Καὶ μὴ πειθομένων ἡμῖν μήτε ἐκείνων μήτε ὑμῶν, ἀλλὰ ἀρνεῖσθαι ἡμᾶς τὸ ὄνομα τοῦ Χριστοῦ ἀγωνιζομένων, θανατοῦσθαι μᾶλλον αἱρούμεθα καὶ ὑπομένομεν, πεπεισμένοι ὅτι πανθ᾿ ὅσα ὑπέσχηται ὁ θεὸς διὰ τοῦ Χριστοῦ ἀγαθὰ ἀποδώσει ἡμῖν.

Καὶ πρὸς τούτοις πᾶσιν εὐχόμεθα ὑπὲρ ὑμῶν, ἵνα ἐλεηθῆτε ὑπὸ τοῦ Χριστοῦ. Οὗτος γὰρ ἐδίδαξεν ἡμᾶς καὶ ὑπὲρ τῶν ἐχθρῶν

v.2.p.108
εὔχεσθαι, εἰπών· Γίνεσθε χρηστοὶ καὶ οἰκτίρμονες, ὡς καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος [cf. LUC, VI, 35-36]. Καὶ γὰρ τὸν παντοκράτορα θεὸν χρηστὸν καὶ οἰκτίρμονα ὁρῶμεν. τὸν ἥλιον αὐτοῦ ἀνατέλλοντα ἐπὶ ἀχαρίστους [fol. 150] καὶ δικαίους, καὶ βρέχοντα ἐπὶ ὁσίους καὶ πονηρούς [cf. ibid. et MT., V, 45], οὓς πάντας ὅτι καὶ κρίνειν μέλλει ἐδίδαξε.

Καὶ γὰρ οὐδὲ τὸ μέχρις ἑσπέρας [cf. Exode, XVII, 12] μεῖναι τὸν προφήτην Μωσῆν, ὅτε τὰς χεῖρας αὐτοῦ ὑπεβάσταζον Ὢρ καὶ Ἀαρών, ἐπὶ τοῦ σχήματος τούτου εἰκῆ γέγονε. Καὶ γὰρ ὁ κύριος σχεδὸν μέχρις ἑσπέρας ἔμεινεν ἐπὶ τοῦ ξύλου, καὶ πρὸς ἑσπέραν ἔθαψαν αὐτόν [cf. MT., XXVII, 57 et MC., XV, 42]· εἶτα ἀνέστη τῇ τρίτῃ ἡμέρᾳ. Τοῦτο διὰ Δαυῒδ οὕτως ἐκπεφώνητο· Φωνῇ μου πρὸς κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι κύριος ἀντελάβετό μου [PS., III, 5-6].

Καὶ διὰ Ἡσαΐου ὁμοίως εἴρητο περὶ τούτου, δι᾿ οὗ τρόπου ἀποθνήσκειν ἔμελλεν, οὕτως· Ἐξεπέτασά μου τὰς χεῖρας ἐπὶ λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, τοῖς πορευομένοις ἐν ὁδῷ οὐ καλῇ [IS., LXV, 2]. Καὶ ὅτι ἔμελλεν ἀνίστασθαι, αὐτὸς Ἡσαΐας ἔφη Ἡ ταφὴ

v.2.p.110
αὐτοῦ ᾖρται ἐκ τοῦ μέσου [IS., LVII, 2]. Καί· Δώσω τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ [IS., LIII, 9].

Καὶ ἐν ἄλλοις πάλιν λόγοις Δαυῒδ εἰς τὸ πάθος καὶ τὸν σταυρὸν ἐν παραβολῇ μυστηριώδει οὕτως εἶπεν ἐν εἰκοστῷ πρώτῳ ψαλμῷ ‘ Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου· αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με. Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον [PS. XXI, 16-18]. [fol. 151] Ὅτε γὰρ ἐσταύρωσαν αὐτόν, ἐμπήσσοντες τοὺς ἥλους τὰς χεῖρας καὶ τοὺς πόδας αὐτοῦ ὤρυξαν, καὶ οἱ σταυρῶσαντες αὐτὸν ἐμέρισαν τὰ ἱμάτια αὐτοῦ ἑαυτοῖς, λαχμὸν βάλλοντες ἕκαστος κατὰ τὴν τοῦ κλήρου ἐπιβολὴν ὃ ἐκλέξασθαι ἐβεβούλητο [cf. Éuang. de Pierre, 21, 12; MT., XXVII, 35; JEAN XX, 25].