Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
Ἡ δὲ ᾐτεῖτο συγγνώμην ἔχειν καὶ αὐτῷ διηγεῖτο ὅτι Ἀγχίαλον ἀπέκτεινε μὴ σωφρονοῦντα, καὶ τὴν τάφρον καὶ τὸν Ἀμφίνομον καὶ τὴν τῶν κυνῶν πραότητα καὶ τὴν σωτηρίαν διηγεῖται.
Κατῴκτειρεν αὐτὴν ὁ Ἱππόθοος καὶ ἥτις μὲν ἦν ἐπέπυστο οὐδέπω, ἐκ δὲ τῆς καθημερινῆς σὺν τῇ κόρῃ διαίτης εἰς ἐπιθυμίαν Ἀνθείας καὶ Ἱππόθοος ἔρχεται καὶ συνελθεῖν ἐβούλετο καὶ πολλὰ ὑπισχνεῖται αὐτῇ.
Ἡ δὲ τὰ μὲν πρῶτα ἀντέλεγεν αὐτῷ, ἀναξία εἶναι λέγουσα εὐνῆς δεσποτικῆς· τελευταῖον δὲ ὡς ἐνέκειτο Ἱππόθοος, οὐκέτʼ ἔχουσα ὅ τι ποιήσειε, κάλλιον εἶναι νομίζουσα εἰπεῖν πάντα αὐτῷ τὰ ἀπόρρητα ἢ παραβῆναι τὰς πρὸς Ἁβροκόμην συνθήκας, λέγει τὸν Ἁβροκόμην, τὴν Ἔφεσον, τὸν ἔρωτα, τοὺς ὅρκους, τὰς συμφοράς, τὰ λῃστήρια καὶ συνεχὲς Ἁβροκόμην ἀνωδύρετο·
ὁ δὲ Ἱππόθοος ἀκούσας ὅτι τε Ἄνθεια εἴη καὶ ὅτι γυνὴ τοῦ πάντων αὐτῷ φιλτάτου, ἀσπάζεταί τε αὐτὴν καὶ εὐθυμεῖν παρεκάλει καὶ τὴν αὑτοῦ πρὸς Ἁβροκόμην φιλίαν διηγεῖται. Καὶ τὴν μὲν εἶχεν ἐπὶ τῆς οἰκίας, πᾶσαν προσάγων ἐπιμέλειαν, Ἁβροκόμην αἰδούμενος· αὐτὸς δὲ πάντα ἀνηρεύνα, εἴ που τὸν Ἁβροκόμην ἀνεύροι.
Ὁ δὲ Ἁβροκόμης τὰ μὲν πρῶτα ἐπιπόνως ἐν τῷ Νουκερίῳ εἰργάζετο, τελευταῖον δὲ οὐκέτι φέρων τοὺς πόνους διέγνω νεὼς ἐπιβάς εἰς Ἔφεσον ἀνάγεσθαι.
Καὶ ὁ μὲν νύκτωρ κατελθὼν ἐπὶ θάλασσαν ἐπιτυγχάνει πλοίῳ ἀναγομένῳ καὶ ἐπιβὰς ἔπλει τὴν ἐπὶ Σικελίας πάλιν, ὡς ἐκεῖθεν ἐπὶ Κρήτην τε καὶ Κύπρον καὶ Ῥόδον ἀφιξόμενος κἀκεῖθεν εἰς Ἔφεσον γενησόμενος· ἤλπιζε δὲ ἐν τῷ μακρῷ πλῷ καὶ περὶ Ἀνθείας τι πεύσεσθαι.
Καὶ ὁ μὲν ὀλίγα ἔχων τὰ ἐπιτήδεια ἀναγαγόμενος καὶ διανύσας τὸν πλοῦν τὰ μὲν πρῶτα
ἐπὶ τῆς Σικελίας ἔρχεται καὶ εὑρίσκει τὸν πρότερον ξένον τὸν Αἰγιαλέα τεθνηκότα· ἐπενέγκας δὲ αὐτῷ χοὰς καὶ πολλὰ καταδακρύσας, ἀναχθεὶς πάλιν καὶ Κρήτην παρελθών, ἐν Κύπρῳ γενόμενος, ἡμέρας διατρίψας ὀλίγας καὶ εὐξάμενος τῇ πατρίῳ Κυπρίων θεῷ ἀνήγετο καὶ ἧκεν εἰς Ῥόδον· ἐνταῦθα πλησίον τοῦ λιμένος εἰσῳκίσατο.Καὶ ἤδη τε ἐγγὺς ἐγίνετο Ἐφέσου καὶ πάντων αὐτὸν ἔννοια τῶν δεινῶν εἰσήρχετο, τῆς πατρίδος, τῶν πατέρων, τῆς Ἀνθείας, τῶν οἰκετῶν· καὶ ἀναστενάξας φεῦ ἔφη τῶν κακῶν· εἰς Ἔφεσον ἵξομαι μόνος καὶ πατράσιν ὀφθήσομαι τοῖς ἐμαυτοῦ χωρὶς Ἀνθείας καὶ πλεύσομαι πλοῦν ὁ δυστυχὴς κενὸν καὶ διηγήσομαι διηγήματα ἴσως ἄπιστα, κοινωνὸν ὧν πέπονθα οὐκ ἔχων·
ἀλλὰ καρτέρησον, Ἁβροκόμη, καὶ γενόμενος ἐν Ἐφέσῳ τοσοῦτον ἐπιβίωσον χρόνον· τάφον ἔγειρον Ἀνθείᾳ καὶ θρήνησον αὐτὴν καὶ χοὰς ἐπένεγκον καὶ σαυτὸν ἤδη παρʼ αὐτὴν ἄγε. Ταῦτα ἔλεγε καὶ περιῄει τὴν πόλιν ἀλύων, ἀπορίᾳ μὲν τῶν κατὰ τὴν Ἄνθειαν, ἀπορίᾳ δὲ τῶν ἐπιτηδείων.