Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Οὐ γὰρ ἐδόκει τῷ Ἱπποθόῳ αὔταρκες εἶναι λῃστεύειν κατʼ ἄνδρα, εἰ μὴ καὶ κώμαις καὶ πόλεσιν ἐπιβάλοι. Καὶ ὁ μὲν παραλαβὼν τοὺς σὺν αὐτῷ καὶ ἐπιφορτισάμενος πάντα (ἦν δὲ αὐτῷ καὶ ὑποζύγια πολλὰ καὶ κάμηλοι οὐκ ὀλίγαι) Αἰθιοπίαν μὲν κατέλιπεν, ᾔει δὲ ἐπʼ Αἴγυπτόν τε καὶ Ἀλεξάνδρειαν καὶ ἐνενόει Φοινίκην καὶ Συρίαν πάλιν·

τὴν δὲ Ἄνθειαν προσεδόκα τεθνηκέναι· ὁ δὲ Ἀμφίνομος, ὁ φρουρῶν ἐν τῇ τάφρῳ αὐτήν, ἐρωτικῶς διακείμενος, οὐχ ὑπομένων ἀποσπασθῆναι τῆς κόρης διὰ τὴν πρὸς αὐτὴν φιλοστοργίαν καὶ τὴν ἐπικειμένην συμφοράν, Ἱπποθόῳ μὲν οὐχ εἵπετο, λανθάνει δὲ ἐν πολλοῖς τοῖς ἄλλοις καὶ ἀποκρύπτεται ἐν ἄντρῳ τινὶ σὺν τοῖς ἐπιτηδείοις οἷς συνελέξατο.

Νυκτὸς δὲ γενομένης οἱ περὶ τὸν Ἱππόθοον ἐπὶ κώμην ἐληλύθεσαν τῆς Αἰγύπτου, Ἀρείαν καλουμένην, πορθῆσαι θέλοντες· ὁ δὲ Ἀμφίνομος ἀνορύσσει τὴν τάφρον καὶ ἐξάγει τὴν Ἄνθειαν καὶ θαρρεῖν παρεκάλει.