Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Ἔτι λέγοντος τοῦ Αἰγιαλέως ἀνωδύρετο ὁ Ἁβροκόμης σὲ δὲ λέγων, ὦ πασῶν δυστυχεστάτη κόρη, πότε ἀνευρήσω κἂν νεκράν; Αἰγιαλεῖ μὲν γὰρ τοῦ βίου μεγάλη παραμυθία τὸ σῶμα τὸ Θελξινόης, καὶ νῦν ἀληθῶς μεμάθηκα ὅτι ἔρως ἀληθινὸς ὅρον ἡλικίας οὐκ ἔχει·

ἐγὼ δὲ πλανῶμαι μὲν κατὰ πᾶσαν γῆν καὶ θάλασσαν, οὐ δεδύνημαι δὲ οὐδὲν ἀκοῦσαι περὶ σοῦ. Ὦ μαντεύματα δυστυχῆ, ὦ τὰ πάντων ἡμῖν Ἄπολλον

χρήσας χαλεπώτατα, οἴκτειρον ἤδη καὶ τὰ τέλη τῶν μεμαντευμένων ἀποδίδου.

Καὶ ὁ μὲν Ἁβροκόμης ταυτὶ κατοδυρόμενος, παραμυθουμένου αὐτὸν Αἰγιαλέως διῆγεν ἐν Συρακούσαις, ἤδη καὶ τῆς τέχνης Αἰγιαλεῖ κοινωνῶν· οἱ δὲ περὶ τὸν Ἱππόθοον μέγα μὲν ἤδη τὸ λῃστήριον κατεστήσαντο, ἔγνωσαν δὲ ἀπαίρειν Αἰθιοπίας καὶ μείζοσιν ἤδη πράγμασιν ἐπιτίθεσθαι.

Οὐ γὰρ ἐδόκει τῷ Ἱπποθόῳ αὔταρκες εἶναι λῃστεύειν κατʼ ἄνδρα, εἰ μὴ καὶ κώμαις καὶ πόλεσιν ἐπιβάλοι. Καὶ ὁ μὲν παραλαβὼν τοὺς σὺν αὐτῷ καὶ ἐπιφορτισάμενος πάντα (ἦν δὲ αὐτῷ καὶ ὑποζύγια πολλὰ καὶ κάμηλοι οὐκ ὀλίγαι) Αἰθιοπίαν μὲν κατέλιπεν, ᾔει δὲ ἐπʼ Αἴγυπτόν τε καὶ Ἀλεξάνδρειαν καὶ ἐνενόει Φοινίκην καὶ Συρίαν πάλιν·

τὴν δὲ Ἄνθειαν προσεδόκα τεθνηκέναι· ὁ δὲ Ἀμφίνομος, ὁ φρουρῶν ἐν τῇ τάφρῳ αὐτήν, ἐρωτικῶς διακείμενος, οὐχ ὑπομένων ἀποσπασθῆναι τῆς κόρης διὰ τὴν πρὸς αὐτὴν φιλοστοργίαν καὶ τὴν ἐπικειμένην συμφοράν, Ἱπποθόῳ μὲν οὐχ εἵπετο, λανθάνει δὲ ἐν πολλοῖς τοῖς ἄλλοις καὶ ἀποκρύπτεται ἐν ἄντρῳ τινὶ σὺν τοῖς ἐπιτηδείοις οἷς συνελέξατο.

Νυκτὸς δὲ γενομένης οἱ περὶ τὸν Ἱππόθοον ἐπὶ κώμην ἐληλύθεσαν τῆς Αἰγύπτου, Ἀρείαν καλουμένην, πορθῆσαι θέλοντες· ὁ δὲ Ἀμφίνομος ἀνορύσσει τὴν τάφρον καὶ ἐξάγει τὴν Ἄνθειαν καὶ θαρρεῖν παρεκάλει.