Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

φερόμενος δὲ εἰς τὰς ἐκβολὰς ἔρχεται τὰς εἰς τὴν θάλασσαν τοῦ Νείλου, κἀνταῦθα οἱ παραφυλάσσοντες λαμβάνουσιν αὐτὸν καὶ ὡς δραπέτην τῆς τιμωρίας ἄγουσι παρὰ τὸν διοικοῦντα τὴν Αἴγυπτον.

Ὁ δὲ ἔτι μᾶλλον ὀργισθεὶς καὶ πονηρὸν εἶναι νομίσας τελέως κελεύει πυρὰν ποιήσαντας, ἐπιθέντας καταφλέξαι τὸν Ἁβροκόμην. Καὶ ἦν μὲν ἅπαντα παρεσκευασμένα, καὶ ἡ πυρὰ παρὰ τὰς ἐκβολὰς τοῦ Νείλου, καὶ ἐπετέθειτο μὲν ὁ Ἁβροκόμης καὶ τὸ πῦρ ὑπετέθειτο, ἄρτι δὲ τῆς φλογὸς μελλούσης ἅπτεσθαι τοῦ σώματος εὔχετο πάλιν ὀλίγα, ὅσα ἐδύνατο, σῶσαι αὐτὸν ἐκ τῶν καθεστώτων κακῶν.

Κἀνταῦθα κυματοῦται μὲν ὁ Νεῖλος, ἐπιπίπτει δὲ τῇ πυρᾷ τὸ ῥεῦμα καὶ κατασβέννυσι τὴν φλόγα· θαῦμα δὲ τὸ γενόμενον τοῖς παροῦσιν ἦν, καὶ λαβόντες ἄγουσι τὸν Ἁβροκόμην πρὸς τὸν ἄρχοντα τῆς Αἰγύπτου καὶ λέγουσι τὰ συμβάντα καὶ τὴν τοῦ Νείλου βοήθειαν διηγοῦνται.

Ἐθαύμασεν ἀκούσας τὰ γενόμενα καὶ ἐκέλευσεν αὐτὸν τηρεῖσθαι μὲν ἐν τῇ εἱρκτῇ, ἐπιμέλειαν δὲ ἔχειν

πᾶσαν, ἕως ἔφη μάθωμεν ὅστις ὁ ἄνθρωπός ἐστιν καὶ ὅ τι οὕτως αὐτοῦ μέλει θεοῖς.

Καὶ ὁ μὲν ἦν ἐν τῇ εἱρκτῇ· ὁ δὲ Ψάμμις ὁ τὴν Ἄνθειαν ὠνησάμενος διέγνω μὲν ἀπιέναι τὴν ἐπʼ οἴκου καὶ πάντα πρὸς τὴν ὁδοιπορίαν παρεσκευάζετο· ἔδει δὲ αὐτὸν ὁδεύσαντα τὴν ἄνω Αἴγυπτον ἐπʼ Αἰθιοπίαν ἐλθεῖν, ἔνθα ἦν τὸ Ἱπποθόου λῃστήριον.

Ἦν δὲ πάντα εὐτρεπῆ, κάμηλοί τε πολλαὶ καὶ ὄνοι καὶ ἵπποι σκευαγωγοί· ἦν δὲ πολὺ μὲν πλῆθος χρυσοῦ, πολὺ δὲ ἀργύρου, πολλὴ δὲ ἐσθής· ἦγε δὲ καὶ τὴν Ἄνθειαν.