Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Ταῦτα εἶπε καὶ ἀφικομένου παρʼ αὐτὴν τοῦ Εὐδόξου τοῦ Ἐφεσίου ἰατροῦ ἀπαγαγοῦσα αὐτὸν ἐπʼ οἴκημά τι ἠρεμαῖον προσπίπτει τοῖς γόνασιν αὐτοῦ καὶ ἱκετεύει μηδενὶ κατειπεῖν τῶν ῥηθησομένων μηδὲν καὶ ὁρκίζει τὴν πάτριον θεὸν Ἄρτεμιν ξυμπράξειν πάντα ὅσα ἂν αὐτοῦ δεηθῇ.

Ἀνίστησιν αὐτὴν ὁ Εὔδοξος πολλὰ θρηνοῦσαν καὶ θαρρεῖν παρεκάλει καὶ ἐπώμνυε, πάντα ποιήσειν ὑπισχνούμενος. Λέγει δὴ αὐτῷ τὸν Ἁβροκόμου ἔρωτα καὶ τοὺς ὅρκους τοὺς πρὸς ἐκεῖνον καὶ τὰς περὶ τῆς σωφροσύνης συνθήκας·

καὶ εἰ μὲν ἦν ζῶσαν ἔφη με ἀπολαβεῖν ζῶντα Ἁβροκόμην ἢ λαθεῖν ἀποδρᾶσαν ἐντεῦθεν, περὶ τούτων ἂν ἐβουλευόμην· ἐπειδὴ δὲ ὁ μὲν τέθνηκε, φυγεῖν δὲ ἀδύνατον καὶ τὸν μέλλοντα ἀμήχανον ὑπομεῖναι γάμον (οὔτε γὰρ τὰς συνθήκας παραβήσομαι τὰς πρὸς Ἁβροκόμην οὔτε τοὺς ὅρκους ὑπερόψομαι), σὺ τοίνυν βοηθὸς ἡμῖν γενοῦ, φάρμακον εὑρών ποθεν, ὃ κακῶν με ἀπαλλάξει τὴν κακοδαίμονα.

Ἔσται δὲ ἀντὶ τούτων σοι πολλὰ μὲν καὶ παρὰ τῶν θεῶν, οἷς ἐπεύξομαι καὶ πρὸ τοῦ θανάτου πολλάκις ὑπὲρ σοῦ, αὐτὴ δέ σοι καὶ ἀργύριον δώσω καὶ τὴν παραπομπὴν ἐπισκευάσω. Δυνήσῃ δὲ πρὸ τοῦ πυθέσθαι τινὰ ἐπιβὰς νεὼς τὴν ἐπʼ Ἐφέσου πλεῖν· ἐκεῖ δὲ γενόμενος, ἀναζητήσας τοὺς γονεῖς Μεγαμήδη τε καὶ Εὐίππην ἄγγελλε

αὐτοῖς τὴν ἐμὴν τελευτὴν καὶ πάντα τὰ κατὰ τὴν ἀποδημίαν, καὶ ὅτι Ἁβροκόμης ἀπόλωλε λέγε.