Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
Ἐν τούτῳ ὀλίγον διαλιπὼν ὁ Εὔδοξος ἔρχεται κομίζων θανάσιμον μὲν οὐχὶ φάρμακον, ὑπνωτικὸν δέ, ὡς μήτε τι παθεῖν τὴν κόρην καὶ αὐτὸν ἐφοδίων τυχόντα ἀνασωθῆναι. Λαβοῦσα δὲ ἡ Ἄνθεια καὶ πολλὴν γνοῦσα χάριν αὐτὸν ἀποπέμπει.
Καὶ ὁ μὲν εὐθὺς ἐπιβὰς νεὼς ἐπανήχθη, ἡ δὲ καιρὸν ἐπιτήδειον ἐζήτει πρὸς τὴν πόσιν τοῦ φαρμάκου.
Καὶ ἤδη μὲν νὺξ ἦν, παρεσκευάζετο δὲ ὁ θάλαμος, καὶ ἧκον οἱ ἐπὶ τούτῳ τεταγμένοι τὴν Ἄνθειαν ἐξάξοντες· ἡ δὲ ἄκουσα καὶ δεδακρυμένη ἐξῄει, ἐν τῇ χειρὶ κρύπτουσα τὸ φάρμακον· καὶ ὡς πλησίον τοῦ θαλάμου γίνεται, οἱ οἰκεῖοι ἀνευφήμησαν τὸν ὑμέναιον·
ἡ δὲ ἀνωδύρετο καὶ ἐδάκρυεν οὕτως ἐγὼ λέγουσα πρότερον ἠγόμην Ἁβροκόμῃ νυμφίῳ, καὶ παρέπεμπεν ἡμᾶς πῦρ ἐρωτικόν, καὶ ὑμέναιος ᾔδετο ἐπὶ γάμοις εὐδαίμοσι.
Νυνὶ δὲ τί ποιήσεις, Ἄνθεια; ἀδικήσεις Ἁβροκόμην τὸν ἄνδρα, τὸν ἐρώμενον, τὸν
διὰ σὲ τεθνηκότα; Οὐχ οὕτως ἄνανδρος ἐγὼ οὐδʼ ἐν τοῖς κακοῖς δειλή. Δεδόχθω ταῦτα, πίνωμεν τὸ φάρμακον· Ἁβροκόμην εἶναί μοι δεῖ ἄνδρα· ἐκεῖνον καὶ τεθνηκότα βούλομαι.Ταῦτα ἔλεγε καὶ ἤγετο εἰς τὸν θάλαμον.
Καὶ δὴ μόνη μὲν ἐγεγόνει, ἔτι γὰρ Περίλαος μετὰ τῶν φίλων εὐωχεῖτο· σκηψαμένη δὲ τῇ ἀγωνίᾳ ὑπὸ δίψους κατειλῆφθαι ἐκέλευσεν αὑτῇ τινι τῶν οἰκετῶν ὕδωρ ἐνεγκεῖν, ὡς δὴ πιομένη· καὶ δὴ κομισθέντος ἐκπώματος, λαβοῦσα οὐδενὸς ἔνδον αὐτῇ παρόντος ἐμβάλλει τὸ φάρμακον καὶ δακρύσασα
ὦ φιλτάτου φησὶν Ἁβροκόμου ψυχή, ἰδού σοι τὰς ὑποσχέσεις ἀποδίδωμι καὶ ὁδὸν ἔρχομαι τὴν παρὰ σέ, δυστυχῆ μὲν ἀλλʼ ἀναγκαῖαν· καὶ δέχου με ἄσμενος καὶ μοι πάρεχε τὴν ἐκεῖ μετὰ σοῦ δίαιταν εὐδαίμονα.
Εἰποῦσα ἔπιε τὸ φάρμακον, καὶ εὐθὺς ὕπνος τε αὐτὴν κατεῖχε καὶ ἔπιπτεν εἰς γῆν, καὶ ἐποίει τὸ φάρμακον ὅσα ἐδύνατο.
Ὡς δὲ εἰσῆλθεν ὁ Περίλαος, εὐθὺς ἰδὼν τὴν Ἄνθειαν κειμένην ἐξεπλάγη καὶ ἀνεβόησε, θόρυβός τε πολὺς τῶν κατὰ τὴν οἰκίαν ἦν καὶ πάθη συμμιγῆ, οἰμωγή, φόβος, ἔκπληξις. Οἱ μὲν ᾤκτειρον τὴν δοκοῦσαν τεθνηκέναι, οἱ δὲ συνήχθοντο Περιλάῳ, πάντες δὲ ἐθρήνουν τὸ γεγονός.