Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
Μεταπέμπεται δὲ τὸν αἰπόλον, Λάμπωνα τοὔνομα, καὶ παραδίδωσι τὴν
Ἄνθειαν καὶ κελεύει γυναῖκα ἔχειν, καὶ ἐὰν ἀπειθῇ προσέταξε βιάζεσθαι.Καὶ ἡ μὲν ἤγετο ἐπʼ ἀγρὸν συνεσομένη τῷ αἰπόλῳ· γενομένη δὲ ἐν τῷ χωρίῳ ἔνθα ὁ Λάμπων ἔνεμε τὰς αἶγας, προσπίπτει τοῖς γόνασιν αὐτοῦ καὶ ἱκετεύει κατοικτεῖραι καὶ τηρῆσαι· διηγεῖται δὲ ἥτις ἦν, τὴν προτέραν εὐγένειαν, τὸν ἄνδρα, τὴν αἰχμαλωσίαν· ἀκούσας δὲ ὁ Λάμπων οἰκτείρει τὴν κόρην καὶ ὄμνυσιν ἦ μὴν φυλάξειν ἀμόλυντον, καὶ θαρρεῖν παρεκελεύετο.
Καὶ ἡ μὲν παρὰ τῷ αἰπόλῳ ἦν ἐν τῷ χωρίῳ πάντα χρόνον Ἁβροκόμην θρηνοῦσα· ὁ δὲ Ἄψυρτος ἐρευνώμενος τὸ οἰκημάτιον ἔνθα ὁ Ἁβροκόμης πρὸ τῆς κολάσεως διῆγεν, ἐπιτυγχάνει τῷ γραμματιδίῳ τῷ Μαντοῦς πρὸς Ἁβροκόμην καὶ γνωρίζει τὰ γράμματα, καὶ ὅτι ἀδίκως Ἁβροκόμην τιμωρεῖται ἔμαθεν· εὐθὺς οὖν λῦσαί τε αὐτὸν προσέταξε καὶ ἀγαγεῖν εἰς ὄψιν.
Πόνηρα δὲ καὶ ἐλεεινὰ πεπονθὼς προσπίπτει τοῖς γόνασι τοῖς Ἀψύρτου, ὁ δὲ αὐτὸν ἀνίστησι καὶ θάρρει ἔφη, ὦ μειράκιον· ἀδίκως σου κατέγνων πεισθεὶς θυγατρὸς λόγοις· ἀλλὰ νῦν μέν σε ἐλεύθερον ἀντὶ δούλου ποιήσω, δίδωμι δέ σοι τῆς οἰκίας ἄρχειν τῆς ἐμῆς καὶ γυναῖκα ἄξομαι τῶν πολιτῶν τινος θυγατέρα· σὺ δὲ μὴ μνησικακήσῃς τῶν γεγενημένων, οὐ γὰρ ἑκών σε ἠδίκησα.
Ταῦτα ἔλεγεν ὁ Ἄψυρτος· ὁ δὲ Ἁβροκόμης ἀλλὰ χάρις ἔφη σοι, δέσποτα, ὅτι καὶ τἀληθὲς ἔμαθες καὶ τῆς σωφροσύνης ἀμείβῃ με. Ἔχαιρον δὲ πάντες οἱ κατὰ τὴν οἰκίαν ὑπὲρ Ἁβροκόμου καὶ χάριν ᾔδεσαν ὑπὲρ αὐτοῦ τῷ δεσπότῃ· αὐτὸς δὲ ἐν μεγάλῃ συμφορᾷ κατʼ Ἄνθειαν ἦν· ἐνενόει δὲ πρὸς ἑαυτὸν πολλάκις τί δεῖ ἐλευθερίας ἐμοί; τί δὲ πλούτων καὶ ἐπιμελείας τῶν Ἀψύρτου
χρημάτων; οὐ τοιοῦτον εἶναί με δεῖ· ἐκείνην ἢ ζῶσαν ἢ τεθνεῶσαν εὕροιμι.Ὁ μὲν οὖν ἐν τούτοις ἦν, διοικῶν μὲν τὰ Ἀψύρτου, ἐννοῶν δὲ ὅπως καὶ ποῦ τὴν Ἄνθειαν εὑρήσει· ὁ δὲ Λεύκων καὶ ἡ Ῥόδη ἤχθησαν εἰς Λυκίαν εἰς πόλιν Ξάνθον (ἀνώτερον δὲ θαλάσσης ἡ πόλις) κἀνταῦθα ἐπράθησαν πρεσβύτῃ τινί, ὃς αὐτοὺς εἶχε μετὰ πάσης ἐπιμελείας, παῖδας αὑτοῦ νομίζων, καὶ γὰρ ἄτεκνος ἦν· διῆγον δὲ ἐν ἀφθόνοις μὲν πᾶσιν, ἐλύπουν δὲ αὐτοὺς Ἄνθεια καὶ Ἁβροκόμης οὐχ ὁρώμενοι.
Ἡ δὲ Ἄνθεια ἦν μέν τινα χρόνον παρὰ τῷ αἰπόλῳ, συνεχὲς δὲ ὁ Μοῖρις ὁ ἀνὴρ τῆς Μαντοῦς εἰς τὸ χωρίον ἐρχόμενος ἐρᾷ τῆς Ἀνθείας σφοδρὸν ἔρωτα. Καὶ τὰ μὲν πρῶτα ἐπειρᾶτο λανθάνειν, τελευταῖον δὲ λέγει τῷ αἰπόλῳ τὸν ἔρωτα καὶ πολλὰ ὑπισχνεῖτο συγκύψαντι.