Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
Καὶ δὴ ἐν τούτῳ ἔρχεται μὲν ἀπὸ Συρίας Ἄψυρτος, ἄγων τινὰ τῇ θυγατρὶ νυμφίον ἐκεῖθεν, Μοῖριν ὄνομα· ὡς δὲ ἀφίκετο, εὐθὺς ἡ Μαντὼ τὴν κατὰ Ἁβροκόμου τέχνην συνετάττετο, καὶ σπαράξασα τὰς κόμας καὶ περιρρηξαμένη τὴν ἐσθῆτα, ὑπαντήσασα τῷ πατρὶ καὶ προσπεσοῦσα πρὸς τὰ γόνατα οἴκτειρον ἔφη, πάτερ, θυγατέρα τὴν σὴν ὑβρισμένην ὑπʼ οἰκέτου·
ὁ γὰρ σώφρων Ἁβροκόμης ἐπείρασε μὲν παρθενίαν τὴν ἐμὴν ἀφανίσαι, ἐπεβούλευσε δὲ καὶ σοί, λέγων ἐρᾶν μου. Σὺ οὖν ὑπὲρ τηλικούτων τολμημάτων εἴσπραξαι παρʼ αὐτοῦ τιμωρίαν τὴν ἀξίαν, ἢ εἰ δίδως ἔκδοτον θυγατέρα τὴν σὴν τοῖς οἰκέταις, ἐμαυτὴν φθάσασα ἀποκτενῶ.
Ἀκούσας ὁ Ἄψυρτος καὶ δόξας ἀληθῆ λέγειν αὐτὴν ἠρεύνησε μὲν τὸ πραχθὲν οὐκέτι, μεταπεμψάμενος δὲ τὸν Ἁβροκόμην ὦ τολμηρὰ καὶ μιαρὰ εἶπε κεφαλή, ἐτόλμησας εἰς δεσπότας τοὺς σοὺς ὑβρίσαι καὶ διαφθεῖραι παρθένον ἠθέλησας οἰκέτης ὤν; ἀλλ’ οὔτι χαιρήσεις· ἐγὼ γάρ σε τιμωρήσομαι καὶ τοῖς ἄλλοις οἰκέταις τὴν σὴν αἰκίαν ποιήσομαι παράδειγμα.
Εἰπὼν οὐκέτι ἀνασχόμενος οὐδὲ λόγου ἀκοῦσαι ἐκέλευσε περιρρῆξαι τὴν ἐσθῆτα αὐτοῦ τοῖς οἰκέταις καὶ φέρειν πῦρ καὶ μάστιγας καὶ παίειν τὸ μειράκιον.
Ἤν
δὲ τὸ θέαμα ἐλεεινόν· αἵ τε γὰρ... τὸ σῶμα πᾶν ἠφάνιζον βασάνων ἄηθες ὂν οἰκετικῶν, τό τε αἷμα κατέρρει καὶ τὸ κάλλος ἐμαραίνετο.Προσῆγεν αὐτῷ καὶ δεσμὰ φοβερὰ καὶ πῦρ καὶ μάλιστα ἐχρῆτο ταῖς βασάνοις κατʼ αὐτοῦ, τῷ νυμφίῳ τῆς θυγατρὸς ἐνδεικνύμενος ὅτι σώφρονα παρθένον ἄξεται.
Ἐν τούτῳ ἡ Ἄνθεια προσπίπτει τοῖς γόνασι τοῦ Ἀψύρτου καὶ ἐδεῖτο ὑπὲρ Ἁβροκόμου· ὁ δὲ ἀλλὰ καὶ μᾶλλον ἔφη διὰ σὲ κολασθήσεται, ὅτι καὶ σὲ ἠδίκησε, γυναῖκα ἔχων ἄλλης ἐρῶν. Καὶ τότε ἐκέλευσε δήσαντας αὐτὸν ἐγκαθεῖρξαί τινι οἰκήματι σκοτεινῷ.
Καὶ ὁ μὲν ἐδέδετο καὶ ἦν ἐν εἱρκτῇ, δεινὴ δὲ αὐτὸν ἀθυμία καταλαμβάνει καὶ μάλιστα ἐπεὶ Ἄνθειαν οὐχ ἑώρα· ἐζήτει δὲ θανάτου τρόπους πολλούς, ἀλλ’ εὕρισκεν οὐδένα, πολλῶν τῶν φρουρούντων ὄντων. Ὁ δὲ Ἄψυρτος ἐποίει τῆς θυγατρὸς τοὺς γάμους καὶ ἑώρταζον πολλαῖς ἡμέραις.
Ἄνθεια δὲ πάντα πένθος ἦν, καὶ εἴ ποτε δυνηθείη πεῖσαι τοὺς ἐπὶ τοῦ δεσμωτηρίου, εἰσῄει πρὸς Ἁβροκόμην λανθάνουσα καὶ κατωδύρετο τὴν συμφοράν.
Ὡς δὲ ἤδη παρεσκευάζοντο εἰς Συρίαν ἀπιέναι, προύπεμψεν ὁ Ἄψυρτος τὴν θυγατέρα μετὰ δώρων πολλῶν, ἐσθῆτάς τε Βαβυλωνίας καὶ χρυσὸν ἄφθονον καὶ ἄργυρον ἐδίδου· ἐδωρήσατο δὲ τῇ θυγατρὶ Μαντοῖ τὴν Ἄνθειαν καὶ τὴν Ῥόδην καὶ τὸν Λεύκωνα.
Ὡς οὖν ταῦτα ἔγνω ἡ Ἄνθεια καὶ ὅτι εἰς Συρίαν ἀναχθήσεται μετὰ Μαντοῦς, δυνηθεῖσα εἰσελθεῖν εἰς τὸ δεσμωτήριον, περιπλεξαμένη τῷ Ἁβροκόμῃ δέσποτα εἶπεν, εἰς Συρίαν ἄγομαι δῶρον δοθεῖσα τῇ Μαντοῖ καὶ εἰς χεῖρας τῆς ζηλοτυπούσης ἄγομαι·