Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
Ἔχουσιν ἐξουσίαν μου τοῦ σώματος, τὴν ψυχὴν δὲ ἐλευθέραν ἔχω. Ἀπειλείτω νῦν, εἰ θέλει, Μαντὼ ξίφη καὶ βρόχους καὶ πῦρ καὶ πάντα ὅσα δύναται σῶμα
ἐνεγκεῖν οἰκέτου· οὐ γὰρ ἄν ποτε πεισθείην ἑκὼν Ἄνθειαν ἀδικῆσαι.Καὶ ὁ μὲν ταῦτα ἔλεγεν, ἡ δὲ Ἄνθεια ὑπὸ τῆς συμφορᾶς ἔκειτο ἀχανής, οὐδὲ φθέγξασθαί τι δυναμένη· ὀψὲ δὲ καὶ μόλις αὑτὴν ἐγείρασα ἔχω μὲν φησίν, Ἁβροκόμη, τὴν εὔνοιαν τὴν σὴν καὶ στέργεσθαι διαφερόντως ὑπὸ σοῦ πεπίστευκα· ἀλλὰ δέομαι σοῦ, τῆς ψυχῆς τῆς ἐμῆς δέσποτα, μὴ προδῷς σεαυτὸν μηδὲ εἰς ὀργὴν ἐμβάλῃς βαρβαρικήν, συγκατάθου δὲ τῇ τῆς δεσποίνης ἐπιθυμίᾳ·
κἀγὼ ὑμῖν ἄπειμι ἐκποδών, ἐμαυτὴν ἀποκτείνασα. Τοσοῦτον σοῦ δεήσομαι, θάψον αὐτὸς καὶ φίλησον πεσοῦσαν καὶ μέμνησο Ἀνθείας.
Ταῦτα πάντα εἰς μείζονα συμφορὰν τὸν Ἁβροκόμην ἦγε καὶ ἠπόρει ὅστις γένηται.
Καὶ οἱ μὲν ἐν τούτοις ἦσαν· ἡ δὲ Μαντὼ χρονιζούσης τῆς Ῥόδης οὐκέτι καρτεροῦσα γράφει γραμματίδιον πρὸς τὸν Ἁβροκόμην· ἦν δὲ τὰ ἐγγεγραμμένα τοιάδε
‘ ΑΒΡΟΚΟΜΗι ΤΩι ΚΑΛΩι ΔΕΣΠΟΙΝΑΗ ΣΗ ΧΑΙΡΕΙΝ. Μαντὼ ἐρῶ σου, μηκέτι φέρειν δυναμένη· ἀπρεπὲς μὲν ἴσως παρθένῳ, ἀναγκαῖον δὲ φιλούσῃ· δέομαι, μή με περιίδῃς μηδὲ ὑβρίσῃς τὴν τὰ σὰ ᾑρημένην.
Ἐὰν γὰρ πεισθῇς, πατέρα τὸν ἐμὸν Ἄψυρτον ἐγὼ πείσω σοί με συνοικίσαι, καὶ τὴν νῦν σοι γυναῖκα ἀποσκευασόμεθα, πλουτήσεις δὲ καὶ μακάριος ἔσῃ· ἐὰν δὲ ἀντείπῃς, ἐννόει μὲν οἷα πείσῃ τῆς ὑβρισμένης ἑαυτὴν ἐκδικούσης, οἷα δὲ οἱ μετὰ σοῦ, κοινωνοὶ τῆς σῆς ὑπερηφανίας καὶ σύμβουλοι γενόμενοι.