Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
Ἔδοξεν οὖν αὐτῇ καλῶς
ἔχειν Λεύκωνι πρῶτον ἀνακοινῶσαι τὰ ὑπὸ τῆς Μαντοῦς εἰρημένα. Ἤν δὲ καὶ τῇ Ῥόδῃ κοινωνήματα ἐξ ἔρωτος γενόμενα πρὸς Λεύκωνα, καὶ συνῆσαν ἀλλήλοις ἔτι ἐν Ἐφέσῳ.Τότε δὴ λαβομένη μόνου ὦ Λεύκων ἔφη, ἀπολώλαμεν τελέως· νῦν οὐκέτι τοὺς συντρόφους ἕξομεν· ἡ τοῦ δεσπότου θυγάτηρ Ἀψύρτου ἐρᾷ μὲν Ἁβροκόμου σφοδρὸν ἔρωτα, ἀπειλεῖ δέ, εἰ μὴ τύχοι, δεινὰ ἡμᾶς ἐργάσεσθαι·
σκόπει τοίνυν τί δεῖ ποιεῖν· τὸ γὰρ ἀντειπεῖν τῇ βαρβάρῳ σφαλερόν, τὸ δὲ ἀποζεῦξαι Ἁβροκόμην Ἀνθείας ἀδύνατον. Ἀκούσας ὁ Λεύκων δακρύων ἐνεπλήσθη, μεγάλας ἐκ τούτων συμφορὰς προσδοκῶν· ὀψὲ δὲ ἀνενεγκὼν σιώπα ἔφη, Ῥόδη, ἐγὼ γὰρ ἕκαστα διοικήσω.
Ταῦτα εἰπὼν ἔρχεται πρὸς Ἁβροκόμην. Τῷ δὲ ἄρα οὐδὲν ἔργον ἦν ἢ φιλεῖν Ἄνθειαν καὶ ὑπʼ ἐκείνης φιλεῖσθαι καὶ λαλεῖν ἐκείνῃ καὶ ἀκούειν λαλούσης. Ἐλθὼν δὲ παρʼ αὐτοὺς τί ποιοῦμεν, σύντροφοι; Τί δὲ βουλευόμεθα, οἰκέται;
Δοκεῖς τινι τῶν δεσποτῶν, Ἁβροκόμη, καλός· ἡ θυγατὴρ ἡ Ἀψύρτου πονήρως ἐπὶ σοὶ διάκειται, καὶ ἀντειπεῖν ἐρώσῃ βαρβάρῳ παρθένῳ χαλεπόν· σὺ οὖν ὅπως σοι δοκεῖ βουλευσάμενος σῶσον ἡμᾶς ἅπαντας καὶ μὴ περιίδῃς ὀργῇ δεσποτῶν ὑποπεσόντας.