Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
Οἱ δὲ περὶ τὸν Ἱππόθοον τὸν λῃστὴν ἐκείνης μὲν τῆς νυκτὸς ἔμεινον εὐωχούμενοι, τῇ δὲ ἑξῆς περὶ τὴν θυσίαν ἐγίνοντο. Παρεσκευάζετο δὲ πάντα καὶ ἀγάλματα τοῦ Ἄρεος καὶ σῦλα καὶ στεφανώματα·
ἔδει δὲ
τὴν θυσίαν γενέσθαι τρόπῳ τῷ συνήθει. Τὸ μέλλον ἱερεῖον θύεσθαι, εἴτε ἄνθρωπος εἴτε βόσκημα εἴη, κρεμάσαντες ἐκ δένδρου καὶ διαστάντες ἠκόντιζον· καὶ ὁπόσοι μὲν ἐπέτυχον, τούτων ὁ θεὸς ἐδόκει δέχεσθαι τὴν θυσίαν· ὁπόσοι δὲ ἀπέτυχον, αὖθις ἐξιλάσκοντο· ἔδει δὲ τὴν Ἄνθειαν οὕτως ἱερουργηθῆναι.Ὡς δὲ πάντα ἕτοιμα ἦν καὶ κρεμᾶν τὴν κόρην ἤθελον, ψόφος τῆς ὕλης ἠκούετο καὶ ἀνθρώπων κτύπος. Ἦν δὲ ὁ τῆς εἰρήνης τῆς ἐν Κιλικίᾳ προεστώς, Περίλαος τοὔνομα, ἀνὴρ τῶν τὰ πρῶτα ἐν Κιλικίᾳ δυναμένων.