Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
Ὁ δὲ αἰπόλος λαβόμενος τῆς Ἀνθείας ᾤχετο ἐπὶ τὸν λιμένα· εὑρὼν δὲ ἐκεῖ ἐμπόρους ἄνδρας Κίλικας ἀπέδοτο τὴν κόρην, καὶ λαβὼν τὴν ὑπὲρ αὐτῆς τιμὴν ἧκεν εἰς τὸν ἀγρόν.
Οἱ δὲ ἔμποροι λαβόντες τὴν Ἄνθειαν εἰς τὸ πλοῖον ἦγον καὶ νυκτὸς ἐπελθούσης ᾔεσαν τὴν ἐπὶ Κιλικίας· ἐναντίῳ δὲ πνεύματι κατεχόμενοι καὶ τῆς νεὼς διαρραγείσης μόλις ἐν σανίδι τινὲς σωθέντες ἐπʼ αἰγιαλοῦ τινος ἦλθον· εἶχον δὲ καὶ τὴν Ἄνθειαν.
Ἦν δὲ ἐν τῷ τόπῳ ἐκείνῳ ὕλη
δασεῖα. Τὴν οὖν νύκτα ἐκείνην πλανώμενοι ἐν αὐτῇ ὑπὸ τῶν περὶ τὸν Ἱππόθοον τὸν λῃστὴν συνελήφθησαν.Ἐν δὲ τούτῳ τις ἧκεν ἀπὸ τῆς Συρίας οἰκέτης παρὰ τῆς Μαντοῦς γράμματα κομίζων τῷ πατρὶ Ἀψύρτῳ τάδε
Ἔδωκάς με ἀνδρὶ ἐν ξένῃ· Ἄνθειαν δέ, ἣν μετὰ τῶν ἄλλων οἰκετῶν ἐδωρήσω μοι, πολλὰ διαπραξαμένην κακὰ εἰς ἀγρὸν οἰκεῖν ἐκελεύσαμεν. Ταύτην συνεχῶς ἐν τῷ χωρίῳ θεώμενος ὁ καλὸς Μοῖρις ἐρᾷ· μηκέτι δὲ φέρειν δυναμένη μετεπεμψάμην τὸν αἰπόλον καὶ τὴν κόρην πραθῆναι ἐκέλευσα ἐν πόλει τινὶ τῆς Συρίας.