Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
Ταῦτα ἔλεγεν ὁ Ἄψυρτος· ὁ δὲ Ἁβροκόμης ἀλλὰ χάρις ἔφη σοι, δέσποτα, ὅτι καὶ τἀληθὲς ἔμαθες καὶ τῆς σωφροσύνης ἀμείβῃ με. Ἔχαιρον δὲ πάντες οἱ κατὰ τὴν οἰκίαν ὑπὲρ Ἁβροκόμου καὶ χάριν ᾔδεσαν ὑπὲρ αὐτοῦ τῷ δεσπότῃ· αὐτὸς δὲ ἐν μεγάλῃ συμφορᾷ κατʼ Ἄνθειαν ἦν· ἐνενόει δὲ πρὸς ἑαυτὸν πολλάκις τί δεῖ ἐλευθερίας ἐμοί; τί δὲ πλούτων καὶ ἐπιμελείας τῶν Ἀψύρτου
χρημάτων; οὐ τοιοῦτον εἶναί με δεῖ· ἐκείνην ἢ ζῶσαν ἢ τεθνεῶσαν εὕροιμι.Ὁ μὲν οὖν ἐν τούτοις ἦν, διοικῶν μὲν τὰ Ἀψύρτου, ἐννοῶν δὲ ὅπως καὶ ποῦ τὴν Ἄνθειαν εὑρήσει· ὁ δὲ Λεύκων καὶ ἡ Ῥόδη ἤχθησαν εἰς Λυκίαν εἰς πόλιν Ξάνθον (ἀνώτερον δὲ θαλάσσης ἡ πόλις) κἀνταῦθα ἐπράθησαν πρεσβύτῃ τινί, ὃς αὐτοὺς εἶχε μετὰ πάσης ἐπιμελείας, παῖδας αὑτοῦ νομίζων, καὶ γὰρ ἄτεκνος ἦν· διῆγον δὲ ἐν ἀφθόνοις μὲν πᾶσιν, ἐλύπουν δὲ αὐτοὺς Ἄνθεια καὶ Ἁβροκόμης οὐχ ὁρώμενοι.
Ἡ δὲ Ἄνθεια ἦν μέν τινα χρόνον παρὰ τῷ αἰπόλῳ, συνεχὲς δὲ ὁ Μοῖρις ὁ ἀνὴρ τῆς Μαντοῦς εἰς τὸ χωρίον ἐρχόμενος ἐρᾷ τῆς Ἀνθείας σφοδρὸν ἔρωτα. Καὶ τὰ μὲν πρῶτα ἐπειρᾶτο λανθάνειν, τελευταῖον δὲ λέγει τῷ αἰπόλῳ τὸν ἔρωτα καὶ πολλὰ ὑπισχνεῖτο συγκύψαντι.
Ὁ δὲ τῷ μὲν Μοίριδι συντίθεται, δεδοικὼς δὲ τὴν Μαντὼ ἔρχεται πρὸς αὐτὴν καὶ λέγει τὸν ἔρωτα τὸν Μοίριδος. Ἡ δὲ ἐν ὀργῇ γενομένη πασῶν ἔφη δυστυχεστάτη γυναικῶν ἐγώ· τὴν ζήλην περιάγομαι, δι’ ἣν τὰ μὲν πρῶτα ἐν Φοινίκῃ ἀφῃρέθην τοῦ ἐρωμένου, νυνὶ δὲ κινδυνεύω περὶ τοῦ ἀνδρός· ἀλλʼ οὐ χαίρουσά γε Ἄνθεια φανεῖται καλὴ καὶ Μοίριδι· ἐγὼ γὰρ αὐτὴν καὶ ὑπὲρ τῶν ἐν Τύρῳ πράξομαι δίκας.
Τότε μὲν οὖν τὴν ἡσυχίαν ἤγαγεν· ἀποδημήσαντος δὲ τοῦ Μοίριδος μεταπέμπεται τὸν αἰπόλον καὶ κελεύει λαβόντα τὴν Ἄνθειαν εἰς τὸ δασύτατον ἀγαγόντα τῆς ὕλης ἀποκτεῖναι καὶ τούτου μισθὸν αὐτῷ δώσειν ὑπέσχετο.
Ὁ δὲ οἰκτείρει μὲν τὴν κόρην, δεδοικὼς δὲ τὴν Μαντὼ ἔρχεται παρὰ τὴν Ἄνθειαν καὶ λέγει τὰ κατʼ αὐτῆς δεδογμένα. Ἡ δὲ ἀνεκώκυέ τε καὶ ἀνωδύρετο φεῦ λέγουσα, τοῦτο τὸ κάλλος ἐπίβουλον
ἀμφοτέροις πανταχοῦ· διὰ τὴν ἄκαιρον εὐμορφίαν Ἁβροκόμης μὲν ἐν Τύρῳ τέθνηκεν, ἐγὼ δὲ ἐνταῦθα·ἀλλὰ δέομαι σοῦ, Λάμπων αἰπόλε, ὃς μέχρι νῦν εὐσέβησας, ἂν ἀποκτείνῃς, κἂν ὀλίγον θάψον με τῇ παρακειμένῃ γῇ καὶ ὀφθαλμοῖς τοῖς ἐμοῖς χεῖρας ἐπίβαλε τὰς σὰς καὶ θάπτων συνεχὲς Ἁβροκόμην κάλει· αὕτη γένοιτʼ ἂν εὐδαίμων ἐμοὶ μεθʼ Ἁβροκόμου ταφή.
Ἔλεγε ταῦτα, ὁ δὲ αἰπόλος εἰς οἶκτον ἔρχεται ἐννοῶν ὡς ἀνόσιον ἔργον ἐργάσεται κόρην οὐδὲν ἀδικοῦσαν ἀποκτείνων οὕτω καλήν.