Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

καὶ ὁ τοῦ σχήματος κόσμος πολὺς εἰς ὥραν συνεβάλλετο· κόμη ξανθή, ἡ πολλὴ καθειμένη, ὀλίγη πεπλεγμένη, πρὸς τὴν τῶν ἀνέμων φορὰν κινουμένη· ὀφθαλμοὶ γοργοί, φαιδροὶ μὲν ὡς κόρης, φοβεροὶ δὲ ὡς σώφρονος· χιτὼν ἁλουργής, ζωστὸς εἰς γόνυ, μεχρὶ βραχιόνων καθειμένος, νεβρὶς περικειμένη, γωρυτὸς ἀνημμένος, τόξα, ἄκοντες φερόμενοι, κύνες ἑπόμενοι.

Πολλάκις αὐτὴν ἐπὶ τοῦ τεμένους ἰδόντες Ἐφέσιοι προσεκύνησαν ὡς Ἄρτεμιν. Καὶ τότʼ οὖν ὀφθείσης ἀνεβόησε τὸ πλῆθος, καὶ ἦσαν ποικίλαι παρὰ τῶν θεωμένων φωναί, τῶν μὲν ὑπʼ ἐκπλήξεως τὴν θεὸν εἶναι λεγόντων, τῶν δὲ ἄλλην τινὰ ὑπὸ τῆς θεοῦ περιποιημένην· προσεύχοντο δὲ πάντες καὶ προσεκύνουν καὶ τοὺς γονεῖς αὐτῆς ἐμακάριζον· ἦν δὲ διαβόητος τοῖς θεωμένοις ἅπασιν Ἄνθεια ἡ καλή.

Ὡς δὲ παρῆλθε τὸ τῶν παρθένων πλῆθος, οὐδεὶς ἄλλο τι ἢ Ἄνθειαν ἔλεγεν· ὡς δὲ Ἁβροκόμης μετὰ τῶν ἐφήβων ἐπέστη, τοὐνθένδε, καίτοι καλοῦ ὄντος τοῦ κατὰ τὰς παρθένους θεάματος, πάντες ἰδόντες Ἁβροκόμην ἐκείνων ἐπελάθοντο, ἔτρεψαν δὲ τὰς ὄψεις ἐπʼ αὐτὸν βοῶντες ὑπὸ τῆς θέας ἐκπεπληγμένοι, καλὸς Ἁβροκόμης λέγοντες, καὶ οἷος οὐδὲ εἷς καλοῦ μίμημα θεοῦ.

Ἤδη δέ τινες καὶ τοῦτο προσέθεσαν οἷος ἂν γάμος γένοιτο Ἁβροκόμου καὶ Ἀνθείας.

Καὶ ταῦτʼ ἦν πρῶτα τῆς Ἔρωτος τέχνης μελετήματα. Ταχὺ μὲν δὴ εἰς ἑκατέρους ἡ περὶ ἀλλήλων ἦλθε δόξα· καὶ ἥ τε Ἄνθεια τὸν Ἁβροκόμην ἐπεθύμει

ἰδεῖν, καὶ ὁ τέως ἀνέραστος Ἁβροκόμης ἤθελεν Ἄνθειαν ἰδεῖν.