Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
Λέγει οὖν ὁ Εὔξεινος πρὸς τὸν Ἁβροκόμην ὑπὲρ Κορύμβου μειράκιον, εἰκὸς μέν σε ἐπὶ τῇ συμφορᾷ φέρειν χαλεπῶς, οἰκέτην μὲν ἐξ ἐλευθέρου γενόμενον, πένητα δὲ ἀντʼ εὐδαίμονος· δεῖ δέ σε τῇ τύχῃ πάντα λογίσασθαι καὶ στέργειν τὸν κατέχοντα δαίμονα καὶ τοὺς γενομένους δεσπότας ἀγαπᾶν.
Ἴσθι γὰρ ὡς ἔνεστί σοι καὶ εὐδαιμοσύνην καὶ ἐλευθερίαν ἀπολαβεῖν, εἰ θελήσεις πείθεσθαι τῷ δεσπότῃ Κορύμβῳ· ἐρᾷ γὰρ σοῦ σφοδρὸν ἔρωτα καὶ πάντων ἕτοιμός ἐστι δεσπότην ποιεῖν τῶν ἑαυτοῦ. Πείσῃ δὲ χαλεπὸν μὲν οὐδέν, εὐνούστερον δὲ σεαυτῷ τὸν δεσπότην ἐργάσῃ.
Ἐννόησον δὲ ἐν οἷς ὑπάρχεις· βοηθὸς μὲν οὐδείς, γῆ δὲ αὕτη ξένη καὶ δεσπόται λῃσταὶ καὶ οὐδεμία τιμωρίας ἀποφυγὴ ὑπερηφανήσαντι Κόρυμβον. Τί δέ σοι γυναικὸς δεῖ νῦν καὶ πραγμάτων; τί δὲ ἐρωμένης τηλικῷδε ὄντι; πάντα ἀπόρριψον, πρὸς μόνον δεῖ σε τὸν δεσπότην βλέπειν, τούτῳ κελεύσαντι ὑπακούειν.
Ἀκούσας ὁ Ἁβροκόμης εὐθὺς μὲν ἀχανὴς ἦν καὶ οὔτε τι ἀποκρίνεσθαι εὕρισκεν, ἐδάκρυε δὲ καὶ ἀνέστενε πρὸς αὑτὸν ἀφορῶν, εἰς οἷα ἄρα ἐλήλυθε· καὶ δὴ λέγει πρὸς τὸν Εὔξενον ἐπίτρεψον, δέσποτα, βουλεύσασθαι βραχύ, καὶ πρὸς πάντα ἀποκρινοῦμαί σοι τὰ ῥηθέντα.
Καὶ ὁ μὲν Εὔξεινος ἀνεχώρει· ὁ δὲ Κόρυμβος τῇ Ἀνθείᾳ διείλεκτο τὸν ἔρωτα τὸν Εὐξείνου καὶ τὴν παροῦσαν ἀνάγκην καὶ ὅτι δεῖ πάντως αὐτὴν πείθεσθαι τοῖς δεσπόταις· ὑπέσχετο δὲ πολλά καὶ γάμον νόμιμον καὶ χρήματα πεισθείσῃ καὶ περιουσίαν. Ἡ δὲ αὐτῷ τὰ ὅμοια ἀπεκρίνατο, αἰτησαμένη βραχὺν βουλεύσασθαι χρόνον.
Καὶ ὁ μὲν Εὔξεινος καὶ ὁ Κόρυμβος μετʼ ἀλλήλων ἦσαν περιμένοντες ὅ τι ἀκούσονται, ἤλπιζον δʼ αὐτοὺς ῥᾳδίως πείσειν· ὁ δὲ Ἁβροκόμης καὶ ἡ Ἄνθεια ἧκον εἰς τὸ δωμάτιον ἔνθα συνήθως διῃτῶντο, καὶ πρὸς ἀλλήλους εἰπόντες ἅπερ ἠκηκόεσαν, καταβαλόντες ἑαυτοὺς ἔκλαον, ὠδύροντο.
Ὦ πάτερ ἔλεγον, ὦ μῆτερ, ὦ πατρὶς φιλτάτη καὶ οἰκεῖοι καὶ συγγενεῖς. Τελευταῖον δὲ ἀνενεγκὼν ὁ Ἁβροκόμης ὦ κακοδαίμονες ἔφησεν ἡμεῖς, τί ἄρα πεισόμεθα ἐν γῇ βαρβάρῳ, πειρατῶν ὕβρει παραδοθέντες; Ἄρχεται τὰ μεμαντευμένα· τιμωρίαν ἤδη με ὁ θεὸς τῆς ὑπερηφανίας εἰσπράττει· ἐρᾷ Κόρυμβος ἐμοῦ, σοῦ δὲ Εὔξεινος.
Ὢ τῆς ἀκαίρου πρὸς ἑκατέρους εὐμορφίας.
εἰς τοῦτο ἄρα μέχρι νῦν σώφρων ἐτηρήθην, ἵνα ἐμαυτὸν ὑποθῶ λῃστῇ ἐρῶντι τὴν αἰσχρὰν ἐπιθυμίαν; Καὶ τίς ἐμοὶ βίος περιλείπεται πόρνῃ μὲν ἀντὶ ἀνδρὸς γενομένῳ, ἀποστερηθέντι δὲ Ἀνθείας τῆς ἐμῆς;