Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Ταῦτα εἰπὼν ῥᾳδίως ἔπεισεν αὐτὸν ἐρῶντα. Καὶ δὴ συντίθενται κατὰ ταὐτὰ τοὺς ὑπὲρ ἀλλήλων ποιήσασθαι λόγους καὶ πείθειν οὗτος μὲν Ἁβροκόμην, Κόρυμβος δὲ Ἄνθειαν.

Ἐν τούτῳ τῷ χρόνῳ ἔκειντο ἄθυμοι, πολλὰ προσδοκῶντες, ἀλλήλοις διαλεγόμενοι, συνεχὲς ὀμνύοντες τηρήσειν τὰ συγκείμενα.

Ἔρχονται δὴ πρὸς αὐτοὺς ὁ Κόρυμβος καὶ ὁ Εὔξεινος καὶ φράσαντες ἰδίᾳ τι θέλειν εἰπεῖν, ἀπάγουσι καθʼ αὑτοὺς ὁ μὲν τὴν Ἄνθειαν, ὁ δὲ τὸν Ἁβροκόμην. Τοῖς δὲ αἵ τε ψυχαὶ ἐκραδαίνοντο καὶ οὐδὲν ὑγιὲς ὑπενόουν.

Λέγει οὖν ὁ Εὔξεινος πρὸς τὸν Ἁβροκόμην ὑπὲρ Κορύμβου μειράκιον, εἰκὸς μέν σε ἐπὶ τῇ συμφορᾷ φέρειν χαλεπῶς, οἰκέτην μὲν ἐξ ἐλευθέρου γενόμενον, πένητα δὲ ἀντʼ εὐδαίμονος· δεῖ δέ σε τῇ τύχῃ πάντα λογίσασθαι καὶ στέργειν τὸν κατέχοντα δαίμονα καὶ τοὺς γενομένους δεσπότας ἀγαπᾶν.

Ἴσθι γὰρ ὡς ἔνεστί σοι καὶ εὐδαιμοσύνην καὶ ἐλευθερίαν ἀπολαβεῖν, εἰ θελήσεις πείθεσθαι τῷ δεσπότῃ Κορύμβῳ· ἐρᾷ γὰρ σοῦ σφοδρὸν ἔρωτα καὶ πάντων ἕτοιμός ἐστι δεσπότην ποιεῖν τῶν ἑαυτοῦ. Πείσῃ δὲ χαλεπὸν μὲν οὐδέν, εὐνούστερον δὲ σεαυτῷ τὸν δεσπότην ἐργάσῃ.