Ephesiaca

Xenophon of Ephesus

Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.

Βοὴ δὲ τῶν ἀπὸ τῆς γῆς καὶ τῶν ἐν τῇ νηὶ πολλὴ καὶ συμμιγής, τῶν μὲν ὦ παῖδες λεγόντων φίλτατοι, ἆρα ἔτι ὑμᾶς οἱ φύντες ὀψόμεθα; τῶν δὲ ὦ πατέρες, ἆρα ὑμᾶς ἀποληψόμεθα; Δάκρυα δὴ καὶ οἰμωγή, καὶ ἕκαστος ὀνομαστὶ τὸν οἰκεῖον ἐκάλει, εἰς ὑπόμνησιν ἀλλήλοις ἐγκαταλείποντες τοὔνομα.

Ὁ δὲ Μεγαμήδης φιάλην λαβὼν καὶ ἐπισπένδων εὔχετο ὡς ἐξάκουστον εἶναι τοῖς ἐν τῇ νηὶ ὦ παῖδες λέγων μάλιστα μὲν εὐτυχοῖτε καὶ φύγοιτε τὰ σκληρὰ

τῶν μαντευμάτων, καὶ ὑμᾶς ἀνασωθέντας ὑποδέξαιντο Ἐφέσιοι, καὶ τὴν φιλτάτην ἀπολάβοιτε πατρίδα· εἰ δὲ ἄλλο τι συμβαίη, τοῦτο μὲν ἴστε οὐδὲ ἡμᾶς ἔτι ζησομένους· προΐεμεν δὲ ὑμᾶς ὁδὸν μὲν δυστυχῆ ἀλλʼ ἀναγκαίαν.

Ἔτι λέγοντα ἐξιόντα ἐπέσχε τὰ δάκρυα· καὶ οἱ μὲν ἀπῄεσαν εἰς τὴν πόλιν, τοῦ πλήθους αὐτοὺς θαρρεῖν παρακαλοῦντος, ὁ δὲ Ἁβροκόμης καὶ ἡ Ἄνθεια ἀλλήλοις περιφύντες ἔκειντο πολλὰ ἅμα ἐννοοῦντες, τοὺς πατέρας οἰκτείροντες, τῆς πατρίδος ἐπιθυμοῦντες, τὸν χρησμὸν δεδοικότες, τὴν ἀποδημίαν ὑποπτεύοντες· παρεμυθεῖτο δʼ αὐτοὺς εἰς ἅπαντα ὁ μετ’ ἀλλήλων πλοῦς.

Κἀκείνην μὲν τὴν ἡμέραν οὐρίῳ χρησάμενοι πνεύματι, διανύσαντες τὸν πλοῦν εἰς Σάμον κατήντησαν τὴν τῆς Ἥρας ἱερὰν νῆσον· κἀνταῦθα θύσαντες καὶ δειπνοποιησάμενοι, πολλὰ εὐξάμενοι τῆς νυκτὸς ἐπιγινομένης ἐπανήγοντο.