Ephesiaca
Xenophon of Ephesus
Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
Παρεσκευάζετο δὴ πάντα αὐτοῖς πρὸς τὴν ἔξοδον, ναῦς τε μεγάλη καὶ ναῦται πρὸς ἀναγωγὴν ἕτοιμοι, καὶ τὰ ἐπιτήδεια ἐνεβάλλετο, πολλὴ μὲν ἐσθὴς καὶ ποικίλη, πολὺς δὲ ἄργυρος καὶ χρυσός, ἥ τε τῶν σιτίων ὑπερβάλλουσα ἀφθονία.
Θυσίαι δὲ πρὸ τῆς ἀναγωγῆς τῇ Ἀρτέμιδι καὶ εὐχαὶ τοῦ δήμου παντὸς καὶ δάκρυα πάντων, ὡς μελλόντων ἀπαλλάττεσθαι παίδων κοινῶν. Ἦν δὲ ὁ πλοῦς αὐτοῖς ἐπʼ Αἴγυπτον παρεσκευασμένος.
Ὡς δʼ ἦλθεν ἡ τῆς ἀναγωγῆς ἡμέρα, πολλοὶ μὲν οἰκέται, πολλαὶ δὲ θεράπαιναι μελλούσης δὲ τῆς νεὼς ἐπανάξεσθαι, πᾶν μὲν τὸ Ἐφεσίων πλῆθος παρῆν παραπέμπον, πολλαὶ δὲ καὶ τῶν --- μετὰ λαμπάδων καὶ θυσιῶν.
Ἐν τούτῳ μὲν οὖν ὁ Λυκομήδης καὶ ἡ Θεμιστώ, πάντων ἅμα ἐν ὑπομνήσει γενόμενοι, τοῦ χρησμοῦ, τοῦ παιδός, τῆς ἀποδημίας, ἔκειντο εἰς γῆν ἀθυμοῦντες· ὁ δὲ Μεγαμήδης καὶ ἡ Εὐίππη ἐπεπόνθεσαν μὲν τὰ αὐτά, εὐθυμότεροι δὲ ἦσαν, τὰ τέλη σκοποῦντες τῶν μεμαντευμένων.
Ἤδη μὲν οὖν ἐθορύβουν οἱ ναῦται, καὶ ἐλύετο τὰ πρυμνήσια, καὶ ὁ κυβερνήτης τὴν αὑτοῦ χώραν κατελάμβανε, καὶ ἡ ναῦς ἀπεκινεῖτο.
Βοὴ δὲ τῶν ἀπὸ τῆς γῆς καὶ τῶν ἐν τῇ νηὶ πολλὴ καὶ συμμιγής, τῶν μὲν ὦ παῖδες λεγόντων φίλτατοι, ἆρα ἔτι ὑμᾶς οἱ φύντες ὀψόμεθα; τῶν δὲ ὦ πατέρες, ἆρα ὑμᾶς ἀποληψόμεθα; Δάκρυα δὴ καὶ οἰμωγή, καὶ ἕκαστος ὀνομαστὶ τὸν οἰκεῖον ἐκάλει, εἰς ὑπόμνησιν ἀλλήλοις ἐγκαταλείποντες τοὔνομα.