Epistulae
Alciphron
Alciphron. Alciphronis Rhetoris Epistularum Libri IV. Schepers, M.A., editor. Leipzig: Teubner, 1905.
Πᾶσαί σοι ἴσμεν αἱ ἑταῖραι χάριν καὶ ἑκάστη γε ἡμῶν οὐχ ἧττον ἢ Φρύνη. ὁ μὲν γὰρ ἀγὼν μόνης Φρύνης, ὃν ὁ παμπόνηρος Εὐθίας ἐπανείλετο, ὁ δὲ κίνδυνος ἁπασῶν. εἰ γὰρ αἰτοῦσαι παρὰ τῶν ἐραστῶν ἀργύριον οὐ τυγχάνομεν ἢ τοῖς διδοῦσιν [αἱ] τυγχάνου- σαι ἀσεβείας κριθησόμεθα, πεπαῦσθαι κρεῖττον ἡμῖν τοῦ βίου τούτου καὶ μηκέτι ἔχειν πράγματα μηδὲ τοῖς ὁμιλοῦσι παρέχειν. νῦν δʼ οὐκέτι τὸ ἑταιρεῖν αἰτια- σόμεθα ὅτι πονηρὸς Εὐθίας ἐραστὴς εὑρέθη, ἀλλʼ ὅτι ἐπιεικὴς Ὑπερ〈ε〉ίδης ζηλώσομεν. πολλὰ τοίνυν 〈κ〉ἀ- γαθὰ γένοιτό σοι τῆς φιλανθρωπίας. καὶ γὰρ ἑταίραν χρηστὴν σεαυτῷ περιεσώσω, καὶ ἡμᾶς ἀμειψομένας σε ἀντʼ ἐκείνης παρεσκεύασας. εἰ δὲ δὴ καὶ τὸν λόγον γράψαις τὸν ὑπὲρ τῆς Φρύνης, τότε ἂν ὡς ἀληθῶς χρυσοῦν αἱ ἑταῖραί 〈σε〉 στήσαιμεν ὅπῃ ποτὲ βούλει τῆς Ἑλλάδος.
[*](Φ (usque ad IV 3) et x² (Vat. 2 Flor. ΠΔ))[*](1 τις Ald., τις ᾖ Π Δ, τις εἰ cet. | ἢ διαφορὰ] del. Hirsch. | 2 〈ε〉 add. Vind., Διφίλου Ald.)[*](5 〈ε〉 add. Herch. (ed.) | 6 σοι] om. O. praeter Vat. 2 post ἑταῖραι hab. Vind. | 7 Φρύνη Π Δ, Φρύνης cet. | μόνης] μόνος Δ | 10 οὐ τυγχάνομεν] om. Plor. Vat. 2 | [αἱ] delevi, τυγχάνουσαι τοῖς διδοῦσιν Pol. | 12 μηδὲ Seil., μήτε x2, μηκέτι 〈μητε αὐτὰς〉 — μήτε Mein. | 15 〈ε〉 add. Herch. (ed.) | 〈κ〉 add. Herch. (ed.) | 17 περιεσώσω] περιεποιήσω Vind. | 20 〈σε〉 add. Ald. | ὅπῃ] ὅπου Cob.)Οὐ τοσοῦτόν σοι τοῦ κινδύνου συνηχθέσθην, φιλ- τάτη, ὅσον ὅτι πονηροῦ μὲν ἀπηλλάγης ἐραστοῦ χρηστὸν δὲ εὗρες [Ὑπερίδην], συνήσθην. τὴν γὰρ δίκην σοι καὶ πρὸς εὐτυχίαν γεγονέναι νομίζω. διαβόητον γάρ σε οὐκ ἐν ταῖς Ἀθήναις μόνον, ἀλλὰ καὶ ἐν τῇ Ἑλλάδι ἁπάσῃ ὁ ἀγὼν ἐκεῖνος πεποίηκεν. Εὐθίας μὲν οὖν ἱκανὴν τιμωρίαν δώσει τῆς σῆς ὁμιλίας στερούμενος· ὑπὸ γὰρ ὀργῆς μοι δοκεῖ κινηθεὶς διὰ τὴν ἔμφυτον ἀμαθίαν ὑπερᾶραι τὸ μέτρον τῆς ἐρωτικῆς ζηλοτυπίας. καὶ νῦν ἐκεῖνον ἐρῶντα μᾶλλον εὖ ἴσθι ἢ Ὑπερ〈ε〉ίδην. ὁ μὲν γὰρ διὰ τὴν τῆς συνηγορίας χάριν δῆλός ἐστι σπουδάζεσθαι βουλόμενος καὶ ἐρώμενον ἑαυτὸν ποιῶν, ὁ δὲ τῷ ἀποτεύγματι τῆς δίκης παρώξυνται. προσδέχου δὴ πάλιν ἀπʼ αὐτοῦ δεήσεις καὶ λιτανείας καὶ πολύ χρυσίον. μὴ δὴ καταδιαιτήσῃς ἡμῶν, ὦ φιλτάτη, τῶν ἑταιρῶν, μηδʼ Ὑπερ〈ε〉ίδην κακῶς δόξαι βεβουλεῦσθαι ποιήσῃς τὰς Εὐθίου ἱκεσίας προσιεμένη, μηδὲ τοῖς λέγουσί σοι ὅτι, εἰ μὴ τὸν χιτωνίσκον περιρρηξαμένη τὰ μαστάρια τοῖς δικασταῖς ἐπέδειξας, οὐδὲν 〈ἂν〉 ὁ [*](x² (vat. 2 Flor. ΠΔ)) [*](2 ante φιλτάτη add. ὦ Vind., sed omittitur saepius in lib. IV | 4 [Ὑπερίδην] del. Mein. (ed.) | 5 εὐτυχίαν] εὐτυ- χίας Vat. 2 Flor. | 7 οὖν Mein. (ed.), γὰρ x² | 8 στερούμενος] στερόμενος Cob. | 9 κινηθεὶς] del. Pol. | 10 ὑπερᾶραι Seil. (ed.), ὑπεράραι x² | 11 〈ε〉 add. Herch. (ed.) | 15 ἀπʼ Mein., διʼ x², παῤ Cob. | 16 μὴ δὴ] σὺ δὲ μηδὲ Reisk., μὴ προσδέ- χου—τὸ πολὺ χρυσίον, μηδὲ Nab. | 17 〈ε〉 add. Herch. (ed.) | 18 ποιήσης Δ et mrg. Π, πωλήσῃς cet. | 20 〈ἂν〉 add. Seil., οὐδʼ ἂν Mein. (ed.))