Epistulae

Socrates Epistulae

Socrates Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

(12) οὐ γὰρ ὅτι, οἶμαι, τόπου ὑψηλοτέρου ἐπεθύμησεν, ἀλλ’ ὅτι πραγμάτων μειζόνων ἢ καθ’ ἑαυτὸν ὠρέχθη, μετὰ ταῦτα αὐτῷ συμφοραὶ ἐγένοντο· καταπεσὼν γὰρ ἀπὸ τῆς ἐλπίδος αἰσχρῶς καὶ ἐπονειδίστως τὸν λοιπὸν ἔζη βίον, διὰ τοὺς ἐφυβρίζοντας ἐν τοῖς ἄστεσιν ἐπὶ τὴν ἐρημίαν ἐξεληλυθὼς καὶ τὰς βάσεις ἀπολωλεκώς, οὐχ ἅσπερ ἡμεῖς εἰθίσμεθα λέγειν, ἀλλὰ τὴν παρρησίαν, ἐφ’ ἧς ὀρθοῦται ὁ ἑκάστου βίος. ταῦτα μὲν οὖν ὅπῃ τοῖς ποιηταῖς φίλα, ταύτῃ ὑπονοείσθω· τὸ δ’ ἐμὸν δεύτερον ἤδη ἀκούεις, ὅτι οὐκ ἀλλάττομαι τῶν ἐκεῖ τἀνθάδε, ἀμείνω δοκῶν. ἀλλ’ οὐδὲ τῷ θεῷ συναρέσκει, ᾧ μέχρι νῦν συμβούλῳ τε καὶ ἐπιτρόπῳ ἐμαυτοῦ χρῶμαι.