Spurious Letters

Musonius Rufus

Musonius Rufus. C Musonii Rufi reliquiae. Hense, Otto, editor. Leipzig: Teubner, 1905.

ἐπειδὰν δὲ νόμῳ καὶ δίκῃ συγκεράσωμεν τὰ ἀνθρώπινα καὶ τὰ θεῖα, φησὶν ἄκρως μὲν κατὰ φύσιν ἡμᾶς διατεθήσεσθαι ἄτε τελείους γεγονότας καὶ ἐπὶ τὰ ἀνωτάτω προελθόντας, νόμον καὶ δίκην, οἷς καὶ τὰ θεῖα οἰακίζεταί τε καὶ μακάρια γίνεται, τοιούτους δ᾽ ὄντας διὰ τὴν τοῦ λόγου καὶ τοῦ κατ᾽ αὐτὸν σχηματιζομένου ἤθους ὀρθότητα καὶ βιώσεσθαι εὐδαιμόνως καὶ καταστρέψειν τὸν βίον εὐδαιμόνως, ὥσπερ τι δρᾶμα εὐ συντεταγμένον ἀπ᾽ ἀρχῆς μέχρι τέλους ἀστείως ὑποκριναμένους καὶ ἀπαρτίσαντας.

θαρρῶν οὖν, ὦ Παγκρατίδη, μὴ ἐπίτρεπε μόνον ἀλλὰ καὶ παρακάλει τοὺς παῖδας φιλοσοφεῖν, καὶ συναγωνιστὴν παρέχων σεαυτὸν διέγειρε αὐτούς, καὶ πασῶν ἁρμοδιωτάτην παρρησίαν παρασκεύαζε. ἐξέσται γάρ σοι τοιαῦτα προελομένῳ καὶ πρὸς τοὺς ἐξ αἵματος ὑμῖν δικαίους ὄντας λέγειν, ὅτι οὐ τέκνα μόνον εἰς τὸ γένος ἀλλὰ καὶ τοιάδε τέκνα εἰσήγαγες, καὶ πρὸς τὴν πατρίδα, ὅτι οὐχ οἵους ἔτυχε μόνον ἀνθρώπους αὐτῇ ἀλλὰ καὶ οἵους δεῖ πολίτας παρέστησας.

εἰ δὲ θαρρήσετε κοινῇ καὶ πρὸς τὴν

ἑαυτῶν τε καὶ ἀλλήλων θεραπείαν ὡς ἄξιόν ἐστι διαναστήσετε τὰς ψυχάς, εὐθὺς μὲν ἐν τῇ ἀγωνοθεσίᾳ τοῦ θεοῦ συμφιλοσοφήσετε ἀλλήλοις, οὐ μόνον τὰ νομιζόμενα παρασκευάζοντες αὐτῇ, ἅπερ ἐκ βαλαντίου ψιλοῦ γίνεται, ἀλλὰ καί, οὖ ἕνεκεν νενόμισται, ἀκολουθοῦντες τῇ ἱερᾷ καὶ ἀρχαίᾳ παραδόσει, ὅπερ ἐκ μόνης τῆς εὐσεβοῦς καὶ φιλοσόφου περιγίνεται διαθέσεως, καὶ ἀπὸ τῆς ἐν τῷ ἀγῶνι εὐταξίας ἐπὶ τὸν κοινὸν ὑμῖν τε καὶ πᾶσιν ἡμῖν ἀγῶνα τραπήσεσθε, οὐδὲν μὲν τῶν κατὰ φύσιν ἀφαιρησόμενον, μόνα δὲ τὰ λύπης καὶ θορύβου αἴτια ἡμῶν περισπάσοντα.

ἐν ᾧ ἀγῶνι ἡττηθῆναι μὲν ἀνάγκη τὸν ἀπαράσκευον, ἡττηθέντα δὲ ἐκπεσεῖν χρὴ εἰς δουλείαν καὶ κακοδαιμονίαν, ἣν οὐδ᾽ ἐξομόσασθαί τινι ἡμῶν συγκεχώρηται. κρατούμεθα γὰρ ἐν αὐτῇ ὑπό τε τῶν ἀιδίων καὶ τῶν τῆς φύσεως καὶ ὑπὸ τῶν θέσει νόμων, εὐτακτεῖν ἑκάστῳ καὶ ζῆν δικαίως ἅμα καὶ ὁσίως προστασσόντων. ταῦτα οἶμαί σε ὡς παρὰ πατρὸς παίδων πατέρα προσδεξάμενον αὐτόν τε ἄμεινον ἕξειν καὶ τοῖς υἱοῖς εἰς τὰ ἄριστα συλλήψεσθαι. ἀσπάζομαί σε καὶ διὰ τἄλλα καὶ διὰ τὴν εἰς ἡμᾶς εὔνοιαν. ἴσθι ὑπ᾽ ἐμοῦ στεργόμενος. τοιούτων δὲ καὶ ἑτέρων φιλοσοφοῦντες εὐπορήσετε