De muliebribus
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 8. Littré, Émile, editor. Paris: Baillière, 1853
170. Φλεγμασίης μητρέων· τὰ ἐπιμήνια ἐπηλυγίζονται, καὶ ὁκόταν ἄσιτος ᾖ, ἐμέει, ὁκόταν δὲ βεβρώκῃ, ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας, καὶ ὅλη ἡ κοιλίη ὁτὲ μὲν σκληροτέρη, ὁτὲ δὲ μαλθακὴ γίνεται, καθίσταται δὲ οὐ πάνυ· κοιλίη μεγάλη γίνεται καὶ οὐ καθαίρεται·, καὶ δοκέει κυεῖν, καὶ πάσχει ὁκόσα περ καὶ αἱ ἐγκύμονες· καὶ ἢν θιγγάνῃς τῆς κοιλίης, κοῦφον τὸ οἴδημα γνοίης ὡς ἀσκοῦ, καὶ ὁκόταν δοκέῃ τόκου ὥρη εἶναι, αἱ μῆτραι ξυμπίπτουσι, καὶ τὰ ἐπιμήνια ὀλίγα καὶ κακίονα. Ταύτην φάρμακον χρὴ πιπίσκειν κάτω, καὶ προστιθέναι τῶν καθαρτικῶν, καθαρθεῖσα δὲ ὑγιὴς γίνεται.
171. Ἢν φλεγμαίνηται ἡ μήτρη, ψαύεται· ἢν δέ τι σφακελίζῃ καὶ παλιγκοταίνῃ, πῦρ ἔχει ὀξὺ καὶ μέγα, καὶ φρίκη σκληρή·
172. Μητρέων ὀδύνης ἔγχυτον· ἢν ὀδύνη μοῦνον ᾖ σπερχνὴ καὶ βίαιος, ἀχλὺς ἐν τῇσι μήτρῃσιν ἔνι, καὶ οὐκ ἔξεισι τὸ πνεῦμα, ἀλλ’ αὐτόθι μένει, κακόν· δεῖ οὖν οὕτως θεραπεύειν· ἀνδραφάξιος ἀγρίης καρπὸν καὶ τεῦτλα τρίψας ὁμοῦ λεῖα, χλιήνας τε, ἔγχεον ἐς τὰς μήτρας. Ὑστερέων ὀδύνης παῦον· οἶνον ὡς ἥδιστον ἴσον ἴσῳ κεράσας τρία ἡμίχοα ἀττικὰ, μαράθου ῥίζας καὶ τοῦ καρποῦ τριτημόριον, καὶ ῥοδίνου ἐλαίου ἡμικοτύλιον· ταῦτα ἐμβαλεῖν ἐς ἐχῖνον καινὸν
173. Καὶ ὅταν ἐν τῇ καθάρσει φλύκταιναι ἀνὰ τὸ στόμα τῆς ὑστέρης θύωσιν, οὕτω θεραπεύειν· σάρκα βοὸς πικερίῳ ἢ χηνείῳ στέατι καὶ ἀννήσῳ χρίσασα λείοις, τὴν σάρκα ἐς τὸ αἰδοῖον ἐντιθέναι.
174. Ἢν ἐρυσίπελας ἔχῃ τὰς μήτρας, οἰδέει τοὺς πόδας καὶ τοὺς μαζοὺς καὶ τὸ σῶμα, καὶ πόνος αὐτὴν κατέχει, καὶ ὀρθόκνοια γίνεται, καὶ ἀλγέει τοὺς κενεῶνας καὶ τὸ ὑκογάστριον καὶ τὰ στέρνα καὶ τὴν κεφαλήν· τρόμος τε ἔχει, καὶ τὰς χεῖρας νάρκη καὶ τοὺς βουβῶνας, καὶ τὰς ἰγνύκς τρέμει· ἐνίοτε δὲ καὶ ἐν τῇσιν ἰγνύῃσι πελιδναὶ γίνονται, καὶ κουφίζει ὀλίγον χρόνον, καὶ ἡ χροιὴ, μάλιστα δὲ καὶ οἱ μαζοὶ ἀείρονται κατὰ τὴν ὁμοεθνίην· ἀλλὰ γὰρ οὐ πάνυ τι ἀλγέει, καὶ πῦρ καὶ ῥῖγος λαμβάνει, καὶ ἐρυθρὸν τὸ πρόσωπον γίνεται, καὶ δίψα ἰσχυρὴ, καὶ τὸ ἴκταρ ξηραίνεται. Ταῦτα ἢν ἐγκύμονι περιπέσῃ, θνήσκει, καὶ οὐκ ἂν δυνήσεται διαφυγεῖν.
174 bis. Ἢν ἐρυσίπελας ἐν τῇσι μήτρῃσι γένηται, οἰδήματα γίνεται πλεννωδέστατα ἀπὸ τῶν ποδῶν ἀρξάμενα ἐς τὰ σκέλεα πάντα καὶ ἐς τὴν ὀσφύν. Ὅσῳ δ’ ἂν ὁ χρόνος πλείων γίνηται, καὶ ὁ θώρηξ ἐπαΐει, καὶ οἰδίσκεται, καὶ περιψύχεται πᾶσα, καὶ πῦρ ἔχει μέγα, καὶ
175. Ὕδερος δὲ γίνεται ἐν τῇσι μήτρῃσι· τὰ ἐπιμήνια χωρέει ἀσώδεα καὶ ὑδατώδεα καὶ οὐ πάνυ αἱματώδεα, οἰδέει καὶ ἡ ὑστέρη καὶ φλέβες καὶ ὅσα ἄγχιστα, καὶ οὐ κυΐσκεται, ἔπειτα πνίγεται· καὶ οἱ μαζοὶ ῥέουσι, καὶ ἡ νειαίρα γαστὴρ σκληρή ἐστι καὶ οἰδέει καὶ πᾶς ὁ ἀμφὶ πέριξ χῶρος, καὶ ἀλγέει, εἴ τις ψαύσειε· πυρετός τε καὶ βρυγμὸς ἴσχει, καὶ ὀδύνη σπερχνὴ ἐς τοὺς κενεῶνας καὶ ἐς
176. Ὑδέρου μητρέων· ὕφαιμόν τι ῥέει ἰχωροειδὲς, καὶ καθαίρεται, καὶ δάκνει σφόδρα καὶ ἑλκοῖ ὥσπερ ἅλμη τὰ αἰδοῖα καὶ τὰ πέριξ, καὶ ὅκου ἂν ἐπιστάξῃ ἑλκοῖ, καὶ ἡ χροιὴ ἰκτερώδης· τὰ δὲ ἄλλα καθαίρεται πλῆθος, ὥσπερ ἐν τοῖσιν ἄλλοισι ῥόοισιν. Ἡ δὲ νοῦσος βληχροτέρη τε καὶ ἄλλως θανατώδης γίνεται, ἢν ἐξελκωθῶσιν αἱ μῆτραι. Ταύτην θεραπεύειν ὡς τὴν ὑπὸ λευκοῦ ῥόου ἐχομένην, καὶ γάλα ὄνειον πιπίσκειν, καὶ ἰσχναίνειν, καὶ ἰῆσθαι φαρμάκοισι τοῖσι προειρημένοισιν. Ὑδέρου ἐκλεικτά· ἢν ὕδωρ ἐκ τῶν μητρέων ῥέῃ, θεῖον, χηνὸς ἄλειφα, λείχειν.
177. Ἢν ἄνεμος ἐν τῇσι μήτρῃσιν ἐνῇ, φῦσα ἔξεισι καὶ τρύζει, καὶ οἰδέει πᾶσα, καὶ πῦρ ἔχει καὶ κάματος πρὸς τοίσδεσσι· καὶ ἀίσσει σφόδρα ὑπὸ τῆς ὀδύνης, καὶ τὸν ἄνδρα οὐ προσίεται, καὶ σφόδρα
178. Εἰ δὲ μύλη ἐμφύεται ὑπὸ πάχεος γονῆς ἐνεχομένης, θύμβραν λειήνας ἐν ὄξει καὶ ὕδατι, τοῦτο δίδου πίνειν ἔνυγρον, ἢ ὑοσκυάμου τὸν καρπὸν λεῖον, καὶ κλύζειν ἅλμῃ καὶ ὀπῷ καὶ ὄξει· ἢν δέῃ, ξὺν ὕδατι· κράτιστον δὲ μελίκρητον ἐνιέναι ξὺν ὕδατι φακῶν, ἢ ὀρόβων, ἢ ἴου ἄνθεος. Ἢν δὲ καθαρθῇ οἷα τὰ πυριφλεγέθεα, μυρσίνην
179. Ἢν ἄνεμος ἐνῇ ἐν τῇσι μήτρῃσι καὶ δάκνῃ, τῇδε καὶ τῇδε διεξιὼν πῦρ ποιέει, καὶ οἰδέει καύματι, καὶ ὀδυνῇ, καὶ τὸν ἄνδρα ἀπαναίνεται, καὶ ἄχθεται σφόδρα τῇ συνουσίῃ, καὶ τείνεται, καὶ οἰδέει τὸ ἦτρον, καὶ οὐ δύναται ὀρθοῦσθαι, ἢ ἰθύνεσθαι. Ὅταν οὕτως εὕρῃς, γνῶθι ὅτι ἄνεμος καὶ γονὴ ἔνι ἐν τῇσι μήτρῃσι, καὶ ἡ γονὴ ἐμπέφυκε· διὰ τοῦτ’ οὖν κάμνει. Λαβὼν μέλι, κηρὸν καὶ λίνου πέταλα, τρίψας λεῖα καὶ ὄρνιθος στέαρ, οἵνῳ εὐώδει, χλιήνας, ἔγχεον ἐς τὰς μήτρας κλυστῆρι· πινέτω δὲ λίνου πέταλα· ἢ τὸν καρπὸν τρῖψαι καὶ ἐς εἴριον ἐνελίξαι, πρὸς τὸ στόμα τῆς μήτρης· εἰ δὲ μὴ, ἐνεργοτέρῳ χρῆσθαι· λίριον καὶ κρόκον καὶ λίνου πέταλα, ὄρνιθος στέαρ τρίψας λεῖα, διεὶς γάλακτι γυναικείῳ, ἀποσπογγίσας ἄχνῃ ἀπὸ ὀθονίων λεπτῶν, ἐνδῆσαι· προστιθέσθω δὲ πρὸς τὸ στόμα τῆς ὑστέρης.
180. Κἢν ὑποφύηται πιμελὴ σαρκοειδεστέρη, τηκεδόνα ἐντιθέναι, καὶ λεπτύνειν μέσως· αἱ γὰρ λίην λεπτυνόμεναι ἀραιαί εἰσι καὶ ἐκτιτρώσκουσιν.
181. Εἰ δὲ οὐ δέχεται ἡ ὑστέρη, ἀλλὰ ἀφίησι καὶ θερμὸν οὐκ ἔχει ἐν ἑωυτῇ, ὄργανον χρὴ μηχανοποιέεσθαι, ἐφ’ ὃ ἑζομένη εἴσεισιν ἀτμὸς ἐς τὰς μήτρας, ἀμφὶ δὲ τοῦτο εἵματα κυκλόσε τιθέναι· ὑποθυμιῇν δὲ κασίην, κιννάμωμον, σμύρναν, ἴσον ἑκάστου, ἔν οἴνῳ τε
182. Ὅταν γυνὴ τὴν κεφαλὴν ἀλγέῃ τὸ βρέγμα τε καὶ τὸν τράχηλον καὶ ἰλιγγιᾷ πρὸ τῶν ὀμμάτων καὶ φοβῆται καὶ στυγνὴ ᾖ, καὶ οὖρα μέλανα καὶ δι’ ὑστέρης ὅμοια, καὶ ἄση ἔχῃ καὶ δυσθυμίη, μέλαινα χολὴ ἐν τῇσι μήτρῃσιν ἔνι. Θεραπευέσθω δέ· ἐντεριώνην παλαιὴν ἐνιαυσίην, ταύρου χολὴν, ἄνθος χαλκοῦ τρίβειν ξὺν βακκάρει, καὶ προσθετὰ ποιέειν, καὶ φάρμακον πιπίσκειν, καὶ λούειν.
183. Ὁκόταν δὲ δάκνηται τὰς μήτρας γυνὴ καὶ ἀλγέῃ καὶ ἀδάξηται, καὶ χολὴν οὐρέῃ ξανθὴν, καὶ ἡ μήτρη χάνῃ, καὶ οἱ ὀφθαλμοὶ ἰκτερώδεες, ἴσθι ὅτι χολὴ ἐν τῇσιν μήτρῃσιν ἔνι. Ἄριστον γοῦν
184. Ψύχεται ἡ ὑστέρη, καὶ βάρος δοκέει ἐγκεῖσθαι, καὶ τὸ χρῶμα οὐ λαμπρὸν, καὶ πέπηγεν ἡ ὑστέρη. Ὅταν οὕτως ἔχῃ, καθαίρειν ὅ τι φλέγμα ἄγει, καὶ λεπτύνειν χρὴ καὶ πυκινὰ ἐμέειν.
185. Ὅταν γυναικὶ ὄζῃ κακὸν ἐκ τοῦ στόματος, καὶ τὰ οὖλα μέλανα ᾖ καὶ πονηρὰ, κεφαλὴν λαγωοῦ καὶ μύας τρεῖς κατακαῦσαι χωρὶς, καὶ τῶν δύο μυῶν ἐξελεῖν κοιλίην, ἧπαρ δὲ καὶ νεφροὺς μή· καὶ ἐν θυίῃ λιθίνῃ τρίβειν μάρμαρον ἢ λίθον λευκὴν, καὶ διασῆσαι· εἶτα μίσγειν ἴσον ἑκάστου, καὶ τοὺς ὀδόντας τρίβειν· χρὴ δὲ καὶ τὰ ἐν τῷ στόματι χωρία τρίβειν· κἄπειτα εἰρίῳ πινωδεστάτῳ τρίβειν, καὶ διακλύζεσθαι ὕδατι βάπτουσα δὲ τὸ πινῶδες εἴριον ἐν μέλιτι, ἀνατριβέτω τοὺς ὀδόντας καὶ τὰ οὖλα καὶ τὰ ἔνδον καὶ τὰ ἔξω. Τρίβειν τε ἄννησον, καὶ ἀνήθου καρπὸν, καὶ σμύρνης ὁλκὴν ὀβολοὺς δύο, διιέναι οἴνῳ λευκῷ ἀκρήτῳ ἡμικοτυλίῳ, ἐν τουτέῳ διακλυζέσθω, καὶ ἐν τῷ στόματι πουλὺν κατεχέτω χρονον, θαμινὰ δὲ τοῦτο δρᾷν, καὶ ἀναγαργαρίζεσθαι νῆστιν καὶ μετὰ τὴν τροφήν· ἄριστον δὲ ὀλιγοσιτίη, κράτιστα δὲ χρὴ προσφέρεσθαι. Τοῦτο τὸ φάρμακον ὀδόντας καθαίρει καὶ εὐώδεας ποιέει· καλέεται δὲ ἰνδικὸν φάρμακον.
186. Ὁκόταν γυναικὶ μαζὸς τριχιήσῃ, στοιβῆς καρπὸν, ἢ βάτου ἑψῇν ἐν ὕδατι καὶ ἐλαίῳ, καὶ τοὺς μαζοὺς καταπλάσσειν, καὶ τεύτλου
187. Ἐπὴν γυναικὶ ἐν τῷ αἰδοίῳ ἢ ἐν τῷ ἀρχῷ ἀσκαρίδες γένωνται, λύγου καρπὸς μίσγεται ἢ φύλλα, καὶ βοὸς χολὴ παραμίσγεται ὅσον ὀβολός· κεδρίνῳ δὲ ἐλαίῳ φυρῇν, καὶ εἰρίῳ πινόεντι εὐειροτάτῳ ἀναλαβεῖν· ἐντιθέσθω δὲ διὰ τρίτης νύκτα καὶ ἡμέρην, τῇ δὲ ὑστεραίῃ ἀφελομένη λουέσθω θερμῷ, καὶ σκόροδα ἑφθὰ καὶ ὠμὰ ἐσθιέτω, καὶ αἱ ἀσκαρίδες ἐξίασι καὶ θνήσκουσιν· ἅλμῃ δὲ κλύζειν χρή.
188. Πρόσωπον ἀγλαΐζει ἧπαρ ταύρου, τρίβειν ξὺν ἐλαίῳ, ἀλείφειν δὲ ἐν ἀκρήτῳ οἴνῳ· χολὴ δὲ χλωροῦ φθείρει· ἀλλὰ καὶ ὁ χυλὸς τῆς πτισάνης ὁμοίως λαμπρύνει, καὶ ὠῶν τὸ λευκὸν, καὶ ἄλητον θέρμων καὶ ὀρόβων, καὶ σῦκον καταπλάσσειν, καὶ κράμβης ῥίζα καὶ σπέρμα· ταῦτα καὶ φακοὺς αἴρει, καὶ ἀλκυόνιον, καὶ κονιορτὸς ἢν λυπέῃ τὸ πρόσωπον, κηρωτῇ ὑγρῇ διὰ ῥοδίνου ὑποχρίειν, καὶ ὕδωρ ψυχρὸν προσχέειν. Καὶ ῥυτίδας ἐκτείνει, ἐν θυίῃ λιθίνῃ μολίβδαιναν τρίβειν, καὶ μηνιαῖον ὕδωρ παραχέοντα πλάσαι κυκλίσκους· κἀπειδὰν ξηρανθῶσιν, ἐλαίῳ διεὶς, χρῖε τὸ τὰς ῥυτίδας φέρον πρόσωπον.
189. Ἢν δὲ ῥέωσιν αἱ τρίχες, λήδανον μετὰ ῥοδίνου ἢ ἀνθινοῦ μύρου τρῖβε, καὶ μετ’ οἴνου ἐγχριέτω· ἢ τὴν σμηκτρίδα γῆν ξὺν οἴνῳ, ἢ ῥοδίνῳ, ἢ ὀμφακίῳ, ἢ ἀκακίῃ, καὶ ἢν μαδήσῃ, κύμινον ἔμπλασσε, ἢ πελιάδων κόπρον, ἢ ῥάφανον τριπτὴν, ἢ κρομμύῳ τριπτῷ, ἢ τεύτλῳ, ἢ κνίδῃ.