De muliebribus
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 8. Littré, Émile, editor. Paris: Baillière, 1853
92. Νόθα τῇ τελευτῇ τοῦ πρώτου περὶ γυναικείων βιβλίου προσκείμενα.
93. Ἔμετον λύει· ὠκύμου χυλὸς ἐν οἴνῳ λευκῷ. Ἕτερον· ἀλήτου σητανίου κεχυλισμένου τὸ ὕδωρ, ἢ ῥοιὰς γλυκείας καὶ ὀξείας ἀποχυλώσας, εἶτα μέλι μίξας.
94. Τὸ σηπτικὸν ὧδε ποιέεται· ἐλλέβορος μέλας, σανδαράκη, λεπὶς χαλκοῦ, ἴσον ἑκάστου τρίβειν χωρίς· ὅταν δὲ λεῖον ᾖ, παραμῖξαι μιᾶς μερίδος διπλάσιον τίτανον, ἀναδεύσας κεδρίνῳ, χριέτω.
95. Ὀπτὸν φάρμακον ὧδε ποιέεται· ἄνθος κεκαυμένον καθαρῶς, ἄχρις οὗ φοινικοῦν γένηται, τρίψας λεῖον, τουτέῳ χρῶ.
96. Τὸ μέλαν φάρμακον· λεπὶς, ἄνθος, χωρὶς τρίβειν ἑκάτερον· ὅταν δὲ λεῖον τρίψῃς οὕτω, μίσγειν· ποιέειν δύο ἢ τρία εἴδη τοῦ φαρμάκου,
97. Διαλειπτὸν πρὸς τὴν συνάγχην· κάχρυς, ἀσταφὶς ἀγρία, ἀψίνθιον, ἐλατήριον, μέλι.
98. Ἐν τοῖσι ποδαγρικοῖσιν ὀδυνήμασι τὰ ἀφιστάμενα ἁλὶ καταπλάσσειν ὕδατι φύροντα λεῖον, καὶ μὴ λύειν τριῶν ἡμερέων· ὅταν δὲ λύσῃς, αὖθις νίτρον ὠμὸν, τοῦ ἐρυθροῦ τρίψαντα καὶ μέλι ὀλίγον, τουτέῳ ὥσπερ ἁλὶ χρέεσθαι τὸν ἴσον χρόνον· ἐς κύθραν ἅλας ἐμβάλλειν λείους, εἶτα στυπτηρίην ὀλίγην ἐπιπάσαι, εἶτα τιθέναι τὰ χαλκεῖα, καὶ αὖθις ἐπιπάσσειν τοὺς ἅλας καὶ τὴν στυπτηρίην, εἶτα καταλείψας ὑποκάειν νύκτα καὶ ἡμέρην.
99. Τὴν ἕδρην ἐμβάλλει· ἀσταφίδι λείῃ, τετριμμένῃ, ξηρῇ, ἐπαλείφειν τὴν ἕδρην.
100. Τὰ πεπωρωμένα διαχεῖ· σανδαράκην ἐν σταιτί.