De diaeta

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

84. Εἰσὶ δέ τινες οἳ φρίσσουσιν ἐκ τῶν γυμνασίων, καὶ, ἐπειδὰν ἐκδύηται, μέχρις ἂν διαγωνίσηται· ὅταν δὲ ψύχηται, πάλιν φρίσσει· βρυγμός τε τὸ σῶμα ἔχει· ὑπνώσσει τε, ὅταν δὲ ἐξέγρηται, χασμᾶται πολλάκις· ἐκ δὲ τοῦ ὕπνου τὰ βλέφαρα βαρέα αὐτῷ· προϊόντος δὲ τοῦ χρόνου καὶ πυρετοὶ ἐπιγίνονται φαῦλοι, καὶ φλυαρεῖ. Φυλάσσεσθαι οὖν χρὴ μὴ προΐεσθαι ἐς τοῦτο, ἀλλὰ θεραπεύεσθαι πρότερον ὧδε· πρῶτον μὲν τῶν γυμνασίων ἀφελέσθω πάντα ἢ τὰ ἡμίσεα· τοῖσι δὲ σιτίοισιν ἅπασι χρήσθω ὑγροτέροισί τε καὶ ψυχροτέροισι,

636
καὶ τοῖσι πόμασι μαλακωτέροισι καὶ ὑδαρεστέροισιν· ὅταν δὲ παρέλθωσιν ἡμέραι πέντε, τῶν πόνων προσθέσθω τὸ τρίτον μέρος τῶν ἀφαιρεθέντων· τοῖσι δὲ σιτίοισι χρήσθω τοῖσιν αὐτοῖσι· πέμπτῃ δὲ ἡμέρῃ ἄλλῃ τοὺς ἡμίσεας τῶν λοιπῶν πόνων προσθέσθω· αὖθις δὲ πέμπτῃ μετὰ τοῦτο ἀπόδος τοὺς πόνους πάντας κουφοτέρους καὶ ἐλάσσονας, ὡς μὴ πάλιν ὑπερβολὴ γένηται.